Chant XXIII

Remonter

   

 Ὀ δ υ σ σ ε ί α ς   ψ

 Ὀδυσσέως ὑπὸ Πηνελόπης

ἀναγνωρισμὸς.

 

 

Γρηῢς δ᾽ εἰς ὑπερῶι᾽ ἀνεβήσετο καγχαλόωσα,

δεσποίνηι ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·

γούνατα δ᾽ ἐρρώσαντο, πόδες δ᾽ ὑπερικταίνοντο.

στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·

 

5

ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι

ὀφθαλμοῖσι τεοῖσι τά τ᾽ ἔλδεαι ἤματα πάντα.

ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.

μνηστῆρας δ᾽ ἔκτεινεν ἀγήνορας, οἵ θ᾽ ἑὸν οἶκον

κήδεσκον καὶ κτήματ᾽ ἔδον βιόωντό τε παῖδα.

10

τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται

ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλ᾽ ἐόντα,

καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·

οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.

15

τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν

ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μ᾽ ἀνεγείρεις

ἡδέος, ὅς μ᾽ ἐπέδησε φίλα βλέφαρ᾽ ἀμφικαλύψας;

οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς

ὤιχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.

20

ἀλλ᾽ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.

εἰ γάρ τίς μ᾽ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,

ταῦτ᾽ ἐλθοῦσ᾽ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,

τῶι κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι

αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.

25

τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·

οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλ᾽ ἔτυμόν τοι

ἦλθ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,

ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.

Τηλέμαχος δ᾽ ἄρα μιν πάλαι ἤιδεεν ἔνδον ἐόντα,

30

ἀλλὰ σαοφροσύνηισι νοήματα πατρὸς ἔκευθεν,

ὄφρ᾽ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.

 

ὣς ἔφαθ᾽, ἡ δ᾽ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα

γρηῒ περιπλέχθη, βλεφάρων δ᾽ ἀπὸ δάκρυον ἧκεν·

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

 

35

εἰ δ᾽ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,

εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,

ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε

μοῦνος ἐών, οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.

 

τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·

40

οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα

κτεινομένων· ἡμεῖς δὲ μυχῶι θαλάμων εὐπήκτων

ἥμεθ᾽ ἀτυζόμεναι, σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι,

πρίν γ᾽ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε

Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.

45

εὗρον ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν

ἑσταόθ᾽· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,

κείατ᾽ ἐπ᾽ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.

νῦν δ᾽ οἱ μὲν δὴ πάντες ἐπ᾽ αὐλείηισι θύρηισιν

50

ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,

πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.

ἀλλ᾽ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον

ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.

νῦν δ᾽ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·

55

ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ

καὶ παῖδ᾽ ἐν μεγάροισι· κακῶς δ᾽ οἵ πέρ μιν ἔρεζον

μνηστῆρες, τοὺς πάντας ἐτίσατο ὧι ἐνὶ οἴκωι.

 

τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

μαῖα φίλη, μή πω μέγ᾽ ἐπεύχεο καγχαλόωσα.

60

οἶσθα γὰρ ὥς κ᾽ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη

πᾶσι, μάλιστα δ᾽ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·

ἀλλ᾽ οὐκ ἔσθ᾽ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,

ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,

ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.

65

οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,

οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·

τῶι δι᾽ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς

ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ᾽ αὐτός.

 

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·

70

τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

ἣ πόσιν ἔνδον ἐόντα παρ᾽ ἐσχάρηι οὔ ποτ᾽ ἔφησθα

οἴκαδ᾽ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.

ἀλλ᾽ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,

οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῶι ὀδόντι.

75

τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῆι

εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν

οὐκ ἔα εἰπέμεναι πολυϊδρείηισι νόοιο.

ἀλλ᾽ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,

αἴ κέν σ᾽ ἐξαπάφω, κτεῖναί μ᾽ οἰκτίστωι ὀλέθρωι.

80

τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια·

μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων

δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.

ἀλλ᾽ ἔμπης ἴομεν μετὰ παῖδ᾽ ἐμόν, ὄφρα ἴδωμαι

ἄνδρας μνηστῆρας τεθνηότας, ἠδ᾽ ὃς ἔπεφνεν.

85

ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ

ὥρμαιν᾽, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,

ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.

ἡ δ᾽ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,

ἕζετ᾽ ἔπειτ᾽ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῆι,

90

τοίχου τοῦ ἑτέρου· ὁ δ᾽ ἄρα πρὸς κίονα μακρὴν

ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι

ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.

ἡ δ᾽ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·

ὄψει δ᾽ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,

95

ἄλλοτε δ᾽ ἀγνώσασκε κακὰ χροῒ εἵματ᾽ ἔχοντα.

Τηλέμαχος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαξε·

 

μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,

τίφθ᾽ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρ᾽ αὐτὸν

ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾶις;

100

οὐ μέν κ᾽ ἄλλη γ᾽ ὧδε γυνὴ τετληότι θυμῶι

ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας

ἔλθοι ἐεικοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν·

σοὶ δ᾽ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

105

τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,

οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδ᾽ ἐρέεσθαι

οὐδ᾽ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δ᾽ ἐτεὸν δὴ

ἔστ᾽ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ

γνωσόμεθ᾽ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν

110

σήμαθ᾽, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπ᾽ ἄλλων.

 

ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·

 

Τηλέμαχ᾽, ἦ τοι μητέρ᾽ ἐνὶ μεγάροισιν ἔασον

πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.

115

νῦν δ᾽ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,

τοὔνεκ᾽ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.

ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.

καὶ γάρ τίς θ᾽ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμωι,

ὧι μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,

120

φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·

ἡμεῖς δ᾽ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγ᾽ ἄριστοι

κούρων εἰν Ἰθάκηι· τὰ δέ σε φράζεσθαι ἄνωγα.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην

125

μῆτιν ἐπ᾽ ἀνθρώπους φάσ᾽ ἔμμεναι, οὐδέ κέ τίς τοι

ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.

ἡμεῖς δ᾽ ἐμμεμαῶτες ἅμ᾽ ἑψόμεθ᾽, οὐδέ τί φημι

ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

130

τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.

πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,

δμωιὰς δ᾽ ἐν μεγάροισιν ἀνώγετε εἵμαθ᾽ ἑλέσθαι·

αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν

ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,

135

ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,

ἢ ἀν᾽ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·

μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται

ἀνδρῶν μνηστήρων, πρίν γ᾽ ἡμέας ἐλθέμεν ἔξω

ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δ᾽ ἔπειτα

140

φρασσόμεθ᾽ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξηι.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο

πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,

ὅπλισθεν δὲ γυναῖκες· ὁ δ᾽ εἵλετο θεῖος ἀοιδὸς

φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε

145

μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.

τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν

ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.

ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·

 

ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·

150

σχετλίη, οὐδ᾽ ἔτλη πόσιος οὗ κουριδίοιο

εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.

 

ὣς ἄρα τις εἴπεσκε, τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.

αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ὧι ἐνὶ οἴκωι

Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίωι,

155

ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·

αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη

μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος

οὔλας ἧκε κόμας, ὑακινθίνωι ἄνθει ὁμοίας.

ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρωι ἀνὴρ

160

ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη

τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·

ὣς μὲν τῶι περίχευε χάριν κεφαλῆι τε καὶ ὤμοις.

ἐκ δ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·

ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,

165

ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·

 

δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων

κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματ᾽ ἔχοντες·

οὐ μέν κ᾽ ἄλλη γ᾽ ὧδε γυνὴ τετληότι θυμῶι

ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας

170

ἔλθοι ἐεικοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν.

ἀλλ᾽ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς

λέξομαι· ἦ γὰρ τῆι γε σιδήρεον ἐν φρεσὶ ἦτορ.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

δαιμόνι᾽, οὔτ᾽ ἄρ τι μεγαλίζομαι οὔτ᾽ ἀθερίζω

175

οὔτε λίην ἄγαμαι, μάλα δ᾽ εὖ οἶδ᾽ οἷος ἔησθα

ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.

ἀλλ᾽ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,

ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥ᾽ αὐτὸς ἐποίει·

ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ᾽ εὐνήν,

180

κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.

 

ὣς ἄρ᾽ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς

ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·

 

ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·

τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη

185

καὶ μάλ᾽ ἐπισταμένωι, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν

ῥηϊδίως ἐθέλων θείη ἄλληι ἐνὶ χώρηι.

ἀνδρῶν δ᾽ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλ᾽ ἡβῶν,

ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται

ἐν λέχει ἀσκητῶι· τὸ δ᾽ ἐγὼ κάμον οὐδέ τις ἄλλος.

190

θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,

ἀκμηνὸς θαλέθων· πάχετος δ᾽ ἦν ἠΰτε κίων.

τῶι δ᾽ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρ᾽ ἐτέλεσσα,

πυκνῆισιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,

κολλητὰς δ᾽ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.

195

καὶ τότ᾽ ἔπειτ᾽ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,

κορμὸν δ᾽ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῶι

εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,

ἑρμῖν᾽ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρωι.

ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρ᾽ ἐτέλεσσα,

200

δαιδάλλων χρυσῶι τε καὶ ἀργύρωι ἠδ᾽ ἐλέφαντι·

ἐκ δ᾽ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.

οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,

ἤ μοι ἔτ᾽ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη

ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμέν᾽ ἐλαίης.

 

205

ὣς φάτο, τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,

σήματ᾽ ἀναγνούσηι τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς·

δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας

δειρῆι βάλλ᾽ Ὀδυσῆϊ, κάρη δ᾽ ἔκυσ᾽ ἠδὲ προσηύδα·

 

μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα

210

ἀνθρώπων πέπνυσο· θεοὶ δ᾽ ὤπαζον ὀϊζύν,

οἳ νῶϊν ἀγάσαντο παρ᾽ ἀλλήλοισι μένοντε

ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.

αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,

οὕνεκά σ᾽ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδ᾽ ἀγάπησα.

215

αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν

ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν

ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.

οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,

ἀνδρὶ παρ᾽ ἀλλοδαπῶι ἐμίγη φιλότητι καὶ εὐνῆι,

220

εἰ ἤιδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν

ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδ᾽ ἔμελλον.

τὴν δ᾽ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·

τὴν δ᾽ ἄτην οὐ πρόσθεν ἑῶι ἐγκάτθετο θυμῶι

λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.

225

νῦν δ᾽, ἐπεὶ ἤδη σήματ᾽ ἀριφραδέα κατέλεξας

εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,

ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,

Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσηι,

ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,

230

πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ᾽ ἐόντα.

 

ὣς φάτο, τῶι δ᾽ ἔτι μᾶλλον ὑφ᾽ ἵμερον ὦρσε γόοιο·

κλαῖε δ᾽ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.

ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήηι,

ὧν τε Ποσειδάων εὐεργέα νῆ᾽ ἐνὶ πόντωι

235

ῥαίσηι, ἐπειγομένην ἀνέμωι καὶ κύματι πηγῶι·

παῦροι δ᾽ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε

νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,

ἀσπάσιοι δ᾽ ἐπέβαν γαίης, κακότητα φυγόντες·

ὣς ἄρα τῆι ἀσπαστὸς ἔην πόσις εἰσοροώσηι,

240

δειρῆς δ᾽ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.

καί νύ κ᾽ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,

εἰ μὴ ἄρ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.

νύκτα μὲν ἐν περάτηι δολιχὴν σχέθεν, Ἠῶ δ᾽ αὖτε

ῥύσατ᾽ ἐπ᾽ Ὠκεανῶι χρυσόθρονον, οὐδ᾽ ἔα ἵππους

245

ζεύγνυσθ᾽ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,

Λάμπον καὶ Φαέθονθ᾽, οἵ τ᾽ Ἠῶ πῶλοι ἄγουσι.

 

καὶ τότ᾽ ἄρ᾽ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς

ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ᾽ ἀέθλων

ἤλθομεν, ἀλλ᾽ ἔτ᾽ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,

250

πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.

ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο

ἤματι τῶι ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,

νόστον ἑταίροισιν διζήμενος ἠδ᾽ ἐμοὶ αὐτῶι.

ἀλλ᾽ ἔρχευ, λέκτρονδ᾽ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη

255

ὕπνωι ὕπο γλυκερῶι ταρπώμεθα κοιμηθέντε.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

εὐνὴ μὲν δή σοί γε τότ᾽ ἔσσεται ὁππότε θυμῶι

σῶι ἐθέληις, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι

οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·

260

ἀλλ᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῶι,

εἴπ᾽ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,

πεύσομαι, αὐτίκα δ᾽ ἐστὶ δαήμεναι οὔ τι χέρειον.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

δαιμονίη, τί τ᾽ ἄρ᾽ αὖ με μάλ᾽ ὀτρύνουσα κελεύεις

265

εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ᾽ ἐπικεύσω.

οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς

χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἄνωγεν

ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ᾽ εὐῆρες ἐρετμόν,

εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν

270

ἀνέρες, οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·

οὐδ᾽ ἄρα τοί γ᾽ ἴσασι νέας φοινικοπαρήιους,

οὐδ᾽ εὐήρε᾽ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.

σῆμα δέ μοι τόδ᾽ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·

ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης

275

φήηι ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμωι ὤμωι,

καὶ τότε μ᾽ ἐν γαίηι πήξαντ᾽ ἐκέλευεν ἐρετμόν,

ἔρξανθ᾽ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,

ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,

οἴκαδ᾽ ἀποστείχειν, ἔρδειν θ᾽ ἱερὰς ἑκατόμβας

280

ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

πᾶσι μάλ᾽ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῶι

ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνηι

γήρας ὕπο λιπαρῶι ἀρημένον· ἀμφὶ δὲ λαοὶ

ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.

285

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,

ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

τόφρα δ᾽ ἄρ᾽ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν

290

ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.

αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,

γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,

τοῖσιν δ᾽ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν

ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·

295

ἐς θάλαμον δ᾽ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα

ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·

αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης

παῦσαν ἄρ᾽ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,

αὐτοὶ δ᾽ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.

 

300

τὼ δ᾽ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,

τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,

ἡ μὲν ὅσ᾽ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,

ἀνδρῶν μνηστήρων ἐσορῶσ᾽ ἀΐδηλον ὅμιλον,

οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,

305

ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·

αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδε᾽ ἔθηκεν

ἀνθρώποις ὅσα τ᾽ αὐτὸς ὀϊζύσας ἐμόγησε,

πάντ᾽ ἔλεγ᾽· ἡ δ᾽ ἄρ᾽ ἐτέρπετ᾽ ἀκούουσ᾽, οὐδέ οἱ ὕπνος

πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.

 

310

ἤρξατο δ᾽ ὡς πρῶτον Κίκονας δάμασ᾽, αὐτὰρ ἔπειτα

ἦλθ᾽ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·

ἠδ᾽ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν

ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ᾽ ἐλέαιρεν·

ἠδ᾽ ὡς Αἴολον ἵκεθ᾽, ὅ μιν πρόφρων ὑπέδεκτο

315

καὶ πέμπ᾽, οὐδέ πω αἶσα φίλην ἐς πατρίδ᾽ ἱκέσθαι

ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα

πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·

ἠδ᾽ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,

οἳ νῆάς τ᾽ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους

320

πάντας· Ὀδυσσεὺς δ᾽ οἶος ὑπέκφυγε νηῒ μελαίνηι·

καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,

ἠδ᾽ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,

ψυχῆι χρησόμενος Θηβαίου Τειρεσίαο,

νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους

325

μητέρα θ᾽, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·

ἠδ᾽ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,

ὥς θ᾽ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν

Σκύλλην θ᾽, ἣν οὔ πώ ποτ᾽ ἀκήριοι ἄνδρες ἄλυξαν·

ἠδ᾽ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·

330

ἠδ᾽ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῶι

Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δ᾽ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι

πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·

ὥς θ᾽ ἵκετ᾽ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,

ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,

335

ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·

ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·

ἠδ᾽ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,

οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο

340

καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,

χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.

τοῦτ᾽ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος

λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.

 

ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·

345

ὁππότε δή ῥ᾽ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν

εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,

αὐτίκ᾽ ἀπ᾽ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν

ὦρσεν, ἵν᾽ ἀνθρώποισι φόως φέροι· ὦρτο δ᾽ Ὀδυσσεὺς

εὐνῆς ἐκ μαλακῆς, ἀλόχωι δ᾽ ἐπὶ μῦθον ἔτελλεν·

 

350

ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ᾽ ἀέθλων

ἀμφοτέρω, σὺ μὲν ἐνθάδ᾽ ἐμὸν πολυκηδέα νόστον

κλαίουσ᾽. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι

ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·

νῦν δ᾽ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ᾽ εὐνήν,

355

κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,

μῆλα δ᾽ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,

πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ᾽ Ἀχαιοὶ

δώσουσ᾽, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.

ἀλλ᾽ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,

360

ὀψόμενος πατέρ᾽ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·

σοὶ δέ, γύναι, τάδ᾽ ἐπιτέλλω, πινυτῆι περ ἐούσηι·

αὐτίκα γὰρ φάτις εἶσιν ἅμ᾽ ἠελίωι ἀνιόντι

ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·

εἰς ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

365

ἧσθαι, μηδέ τινα προτιόσσεο μηδ᾽ ἐρέεινε.

 

ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἐδύσετο τεύχεα καλά,

ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,

πάντας δ᾽ ἔντε᾽ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.

οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῶι,

370

ὤϊξαν δὲ θύρας, ἐκ δ᾽ ἤϊον· ἦρχε δ᾽ Ὀδυσσεύς.

ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δ᾽ ἄρ᾽ Ἀθήνη

νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.