Chant XXI

Remonter

   

Ὀ δ υ σ σ ε ί α ς   φ

 Τόξου θέσις.

 

 

Τῆι δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,

κούρηι Ἰκαρίοιο, περίφρονι Πηνελοπείηι,

τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

5

κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,

εἵλετο δὲ κληῖδ᾽ εὐκαμπέα χειρὶ παχείηι

καλὴν χαλκείην· κώπη δ᾽ ἐλέφαντος ἐπῆεν.

βῆ δ᾽ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν

ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,

10

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.

ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη

ἰοδόκος, πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί,

δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας

Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.

15

τὼ δ᾽ ἐν Μεσσήνηι ξυμβλήτην ἀλλήλοιϊν

οἴκωι ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς

ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·

μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν

νηυσὶ πολυκλήϊσι τριηκόσι᾽ ἠδὲ νομῆας.

20

τῶν ἕνεκ᾽ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς

παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.

Ἴφιτος αὖθ᾽ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο

δώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοί·

αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,

25

ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,

φῶθ᾽ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,

ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ὧι ἐνὶ οἴκωι,

σχέτλιος, οὐδὲ θεῶν ὄπιν ἠιδέσατ᾽ οὐδὲ τράπεζαν,

τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,

30

ἵππους δ᾽ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.

τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,

τὸ πρὶν μέν ῥ᾽ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ

κάλλιπ᾽ ἀποθνήισκων ἐν δώμασιν ὑψηλοῖσι.

τῶι δ᾽ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,

35

ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζηι

γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν

Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,

ὅς οἱ τόξον ἔδωκε. τὸ δ᾽ οὔ ποτε δῖος Ὀδυσσεὺς

ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν

40

ἡιρεῖτ᾽, ἀλλ᾽ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο

κέσκετ᾽ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.

 

ἡ δ᾽ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν

οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων

ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,

45

ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ᾽ ἐπέθηκε φαεινάς,

αὐτίκ᾽ ἄρ᾽ ἥ γ᾽ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,

ἐν δὲ κληῖδ᾽ ἧκε, θυρέων δ᾽ ἀνέκοπτεν ὀχῆας

ἄντα τιτυσκομένη· τὰ δ᾽ ἀνέβραχεν ἠΰτε ταῦρος

βοσκόμενος λειμῶνι· τόσ᾽ ἔβραχε καλὰ θύρετρα

50

πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.

ἡ δ᾽ ἄρ᾽ ἐφ᾽ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ

ἕστασαν, ἐν δ᾽ ἄρα τῆισι θυώδεα εἵματ᾽ ἔκειτο.

ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον

αὐτῶι γωρυτῶι, ὅς οἱ περίκειτο φαεινός.

55

ἑζομένη δὲ κατ᾽ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,

κλαῖε μάλα λιγέως, ἐκ δ᾽ ἥιρεε τόξον ἄνακτος.

ἡ δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,

βῆ ῥ᾽ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς

τόξον ἔχουσ᾽ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

60

ἰοδόκον· πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί.

τῆι δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος

κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.

ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

65

ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.

ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·

 

κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα

ἐχράετ᾽ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ

70

ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν᾽ ἄλλην

μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,

ἀλλ᾽ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.

ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον.

θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·

75

ὃς δέ κε ῥηΐτατ᾽ ἐντανύσηι βιὸν ἐν παλάμηισι

καὶ διοϊστεύσηι πελέκεων δυοκαίδεκα πάντων,

τῶι κεν ἅμ᾽ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,

τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρωι.

 

80

ὣς φάτο, καί ῥ᾽ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,

τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.

δακρύσας δ᾽ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·

κλαῖε δὲ βουκόλος ἄλλοθ᾽, ἐπεὶ ἴδε τόξον ἄνακτος.

Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

 

85

νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,

ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ

θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ἧι τε καὶ ἄλλως

κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ᾽ ἀκοίτην.

ἀλλ᾽ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε

90

κλαίετον ἐξελθόντε, κατ᾽ αὐτόθι τόξα λιπόντε,

μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω

ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.

οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν

οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,

95

καὶ γὰρ μνήμων εἰμί, πάϊς δ᾽ ἔτι νήπιος ἦα.

 

ὣς φάτο, τῶι δ᾽ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.

ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν

ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ᾽ ἀτίμα

100

ἥμενος ἐν μεγάροις, ἐπὶ δ᾽ ὤρνυε πάντας ἑταίρους.

 

τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·

ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·

μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,

ἄλλωι ἅμ᾽ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·

105

αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῶι.

ἀλλ᾽ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον,

οἵη νῦν οὐκ ἔστι γυνὴ κατ᾽ Ἀχαιΐδα γαῖαν,

οὔτε Πύλου ἱερῆς οὔτ᾽ Ἄργεος οὔτε Μυκήνης·

οὔτ᾽ αὐτῆς Ἰθάκης οὔτ᾽ ἠπείροιο μελαίνης·

110

καὶ δ᾽ αὐτοὶ τόδε γ᾽ ἴστε· τί με χρὴ μητέρος αἴνου;

ἀλλ᾽ ἄγε μὴ μύνηισι παρέλκετε μηδ᾽ ἔτι τόξου

δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.

καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·

εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,

115

οὔ κέ μοι ἀχνυμένωι τάδε δώματα πότνια μήτηρ

λείποι ἅμ᾽ ἄλλωι ἰοῦσ᾽, ὅτ᾽ ἐγὼ κατόπισθε λιποίμην

οἷός τ᾽ ἤδη πατρὸς ἀέθλια κάλ᾽ ἀνελέσθαι.

 

ἦ καὶ ἀπ᾽ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν

ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμων.

120

πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας

πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,

ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δ᾽ ἕλε πάντας ἰδόντας,

ὡς εὐκόσμως στῆσε· πάρος δ᾽ οὐ πώ ποτ᾽ ὀπώπει.

στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.

125

τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,

τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῶι,

νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.

καί νύ κε δή ῥ᾽ ἐτάνυσσε βίηι τὸ τέταρτον ἀνέλκων,

ἀλλ᾽ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.

130

τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·

 

ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ᾽ ἔσομαι καὶ ἄκικυς,

ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα

ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνηι.

ἀλλ᾽ ἄγεθ᾽, οἵ περ ἐμεῖο βίηι προφερέστεροί ἐστε,

135

τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.

 

ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,

κλίνας κολλητῆισιν ἐϋξέστηις σανίδεσσιν,

αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῆι προσέκλινε κορώνηι,

ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

 

140

τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·

ὄρνυσθ᾽ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,

ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.

 

ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.

Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,

145

ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν

ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴωι

ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·

ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.

στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,

150

οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων

ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

 

ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.

πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει

θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι

155

τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ᾽ ἕνεκ᾽ αἰεὶ

ἐνθάδ᾽ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.

νῦν μέν τις καὶ ἔλπετ᾽ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾶι

γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.

αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,

160

ἄλλην δή τιν᾽ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων

μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ᾽ ἔπειτα

γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.

 

ὣς ἄρ᾽ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,

κλίνας κολλητῆισιν ἐϋξέστηις σανίδεσσιν,

165

αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῆι προσέκλινε κορώνηι,

ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

δεινόν τ᾽ ἀργαλέον τε, - νεμεσσῶμαι δέ τ᾽ ἀκούων -

170

εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει

θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.

οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ

οἷόν τε ῥυτῆρα βιοῦ τ᾽ ἔμεναι καὶ ὀϊστῶν·

ἀλλ᾽ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.

 

175

ὣς φάτο, καί ῥ᾽ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·

ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,

πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ᾽ αὐτοῦ,

ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,

ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῆι,

180

τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

 

ὣς φάθ᾽, ὁ δ᾽ αἶψ᾽ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,

πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ᾽ αὐτοῦ,

ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·

τῶι ῥα νέοι θάλποντες ἐπειρῶντ᾽· οὐδ᾽ ἐδύναντο

185

ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.

 

Ἀντίνοος δ᾽ ἔτ᾽ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,

ἀρχοὶ μνηστήρων· ἀρετῆι δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.

τὼ δ᾽ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ᾽ ἄμφω

βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·

190

ἐκ δ᾽ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,

φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·

 

βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,

ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.

195

ποῖοί κ᾽ εἶτ᾽ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι

ὧδε μάλ᾽ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;

ἤ κε μνηστήρεσσιν ἀμύνοιτ᾽ ἦ Ὀδυσῆϊ;

εἴπαθ᾽ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.

 

τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

200

Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,

ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·

γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.

 

ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

 

205

αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ᾽ ἀνέγνω,

ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

 

ἔνδον μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας

ἤλυθον εἰκοστῶι ἔτεϊ ἐς πατρίδα γαῖαν.

γιγνώσκω δ᾽ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

210

οἴοισι δμώων· τῶν δ᾽ ἄλλων οὔ τευ ἄκουσα

εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι.

σφῶϊν δ᾽, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.

εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσηι μνηστῆρας ἀγαυούς,

ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ᾽ ὀπάσσω

215

οἰκία τ᾽ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα

Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.

εἰ δ᾽ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,

ὄφρα μ᾽ ἐῢ γνῶτον πιστωθῆτόν τ᾽ ἐνὶ θυμῶι,

οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῶι ὀδόντι

220

Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.

 

ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.

τὼ δ᾽ ἐπεὶ εἰσιδέτην εὖ τ᾽ ἐφράσσαντο ἕκαστα,

κλαῖον ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,

καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους

225

ὣς δ᾽ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.

καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,

εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·

 

παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται

ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπηισι καὶ εἴσω.

230

ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ᾽ ἅμα πάντες,

πρῶτος ἐγώ, μετὰ δ᾽ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·

ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,

οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·

ἀλλὰ σύ, δῖ᾽ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον

235

ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ

κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,

ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσηι

ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργωι.

240

σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς

κληῖσαι κληῖδι, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἰῆλαι.

 

ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·

ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·

ἐς δ᾽ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.

 

245

Εὐρύμαχος δ᾽ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,

θάλπων ἔνθα καὶ ἔνθα σέλαι πυρός· ἀλλά μιν οὐδ᾽ ὣς

ἐντανύσαι δύνατο, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ·

ὀχθήσας δ᾽ ἄρα εἶρος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

 

ὢ πόποι, ἧ μοι ἄχος περί τ᾽ αὐτοῦ καὶ περὶ πάντων·

250

οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·

εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῆι

ἀμφιάλωι Ἰθάκηι, αἱ δ᾽ ἄλληισιν πολίεσσιν·

ἀλλ᾽ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν

ἀντιθέου Ὀδυσῆος, ὅ τ᾽ οὐ δυνάμεσθα τανύσσαι

255

τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.

 

τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

Εὐρύμαχ᾽, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.

νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

ἁγνή· τίς δέ κε τόξα τιταίνοιτ᾽; ἀλλὰ ἕκηλοι

260

κάτθετ᾽· ἀτὰρ πελέκεάς γε καὶ εἴ κ᾽ εἰῶμεν ἅπαντας

ἑστάμεν· οὐ μὲν γάρ τιν᾽ ἀναιρήσεσθαι ὀΐω,

ἐλθόντ᾽ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

ἀλλ᾽ ἄγετ᾽, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·

265

ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,

αἶγας ἄγειν, αἳ πᾶσι μέγ᾽ ἔξοχοι αἰπολίοισιν,

ὄφρ᾽ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξωι

τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

 

ὣς ἔφατ᾽ Ἀντίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.

270

τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

οἱ δ᾽ ἐπεὶ οὖν σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,

τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·

 

275

κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·

ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα

λίσσομ᾽, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,

νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·

280

ἠῶθεν δὲ θεὸς δώσει κράτος ὧι κ᾽ ἐθέληισιν.

ἀλλ᾽ ἄγ᾽ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ᾽ ὑμῖν

χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ᾽ ἐστὶν

ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,

ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ᾽ ἀκομιστίη τε.

 

285

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,

δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.

Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

 

ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ᾽ ἠβαιαί·

οὐκ ἀγαπᾶις ὃ ἕκηλος ὑπερφιάλοισι μεθ᾽ ἡμῖν

290

δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις

μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος

ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.

οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους

βλάπτει, ὃς ἄν μιν χανδὸν ἕληι μηδ᾽ αἴσιμα πίνηι.

295

οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,

ἄασ᾽ ἐνὶ μεγάρωι μεγαθύμου Πειριθόοιο,

ἐς Λαπίθας ἐλθόνθ᾽· ὁ δ᾽ ἐπεὶ φρένας ἄασεν οἴνωι,

μαινόμενος κάκ᾽ ἔρεξε δόμον κάτα Πειριθόοιο·

ἥρωας δ᾽ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε

300

ἕλκον ἀναΐξαντες, ἀπ᾽ οὔατα νηλέϊ χαλκῶι

ῥῖνάς τ᾽ ἀμήσαντες· ὁ δὲ φρεσὶν ἧισιν ἀασθεὶς

ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῶι.

ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,

οἷ δ᾽ αὐτῶι πρώτωι κακὸν εὕρετο οἰνοβαρείων.

305

ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον

ἐντανύσηις· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις

ἡμετέρωι ἐνὶ δήμωι, ἄφαρ δέ σε νηῒ μελαίνηι

εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,

πέμψομεν· ἔνθεν δ᾽ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος

310

πῖνέ τε, μηδ᾽ ἐρίδαινε μετ᾽ ἀνδράσι κουροτέροισιν.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

Ἀντίνο᾽, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ᾽ ἵκηται·

ἔλπεαι, αἴ χ᾽ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

315

ἐντανύσηι χερσίν τε βίηφί τε ἧφι πιθήσας,

οἴκαδέ μ᾽ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;

οὐδ᾽ αὐτός που τοῦτό γ᾽ ἐνὶ στήθεσσιν ἔολπε·

μηδέ τις ὑμείων τοῦ γ᾽ εἵνεκα θυμὸν ἀχεύων

ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.

 

320

τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·

κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,

οὔ τί σε τόνδ᾽ ἄξεσθαι ὀϊόμεθ᾽· οὐδὲ ἔοικεν·

ἀλλ᾽ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,

μή ποτέ τις εἴπηισι κακώτερος ἄλλος Ἀχαιῶν

325

ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν

μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·

ἀλλ᾽ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν

ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ᾽ ἧκε σιδήρου.

ὣς ἐρέουσ᾽, ἡμῖν δ᾽ ἂν ἐλέγχεα ταῦτα γένοιτο.

330

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

Εὐρύμαχ᾽, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον

ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν

ἀνδρὸς ἀριστῆος· τί δ᾽ ἐλέγχεα ταῦτα τίθεσθε;

οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ᾽ εὐπηγής,

335

πατρὸς δ᾽ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.

ἀλλ᾽ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.

ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

εἴ κέ μιν ἐντανύσηι, δώηι δέ οἱ εὖχος Ἀπόλλων,

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

340

δώσω δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,

καὶ ξίφος ἄμφηκες· δώσω δ᾽ ὑπὸ ποσσὶ πέδιλα,

πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.

 

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο

345

κρείσσων, ὧι κ᾽ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,

οὔθ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,

οὔθ᾽ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·

τῶν οὔ τίς μ᾽ ἀέκοντα βιήσεται, αἴ κ᾽ ἐθέλωμι

καὶ καθάπαξ ξείνωι δόμεναι τάδε τόξα φέρεσθαι.

350

ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,

ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

ἔργον ἐποίχεσθαι· τόξον δ᾽ ἄνδρεσσι μελήσει

πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκωι.

 

ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·

355

παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῶι.

ἐς δ᾽ ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ

κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

 

αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·

360

μνηστῆρες δ᾽ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

 

πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,

πλαγκτέ; τάχ᾽ αὖ σ᾽ ἐφ᾽ ὕεσσι κύνες ταχέες κατέδονται

οἶον ἀπ᾽ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων

365

ἡμῖν ἱλήκηισι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.

 

ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῆι ἐνὶ χώρηι,

δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.

Τηλέμαχος δ᾽ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·

 

ἄττα, πρόσω φέρε τόξα· τάχ᾽ οὐκ εὖ πᾶσι πιθήσεις

370

μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,

βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.

αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ᾽ ἔασι,

μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·

τῶι κε τάχα στυγερῶς τιν᾽ ἐγὼ πέμψαιμι νέεσθαι

375

ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῶι ἡδὺ γέλασσαν

μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο

Τηλεμάχωι· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης

ἐν χείρεσσ᾽ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.

380

ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·

 

Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,

κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.

ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσηι

ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

385

προβλώσκειν, ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργωι.

 

ὣς ἄρ᾽ ἐφώνησεν, τῆι δ᾽ ἄπτερος ἔπλετο μῦθος,

κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.

 

σιγῆι δ᾽ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,

κλήϊσεν δ᾽ ἄρ᾽ ἔπειτα θύρας εὐερκέος αὐλῆς.

390

κεῖτο δ᾽ ὑπ᾽ αἰθούσηι ὅπλον νεὸς ἀμφιελίσσης

βύβλινον, ὧι ῥ᾽ ἐπέδησε θύρας, ἐς δ᾽ ἤϊεν αὐτός·

ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,

εἰσορόων Ὀδυσῆα. ὁ δ᾽ ἤδη τόξον ἐνώμα

πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,

395

μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.

ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

 

ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·

ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῶι οἴκοθι κεῖται

ἢ ὅ γ᾽ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ

400

νωμᾶι ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.

 

ἄλλος δ᾽ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·

αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν

ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.

 

ὣς ἄρ᾽ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,

405

αὐτίκ᾽ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,

ὡς ὅτ᾽ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς

ῥηϊδίως ἐτάνυσσε νέωι περὶ κόλλοπι χορδήν,

ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,

ὣς ἄρ᾽ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.

410

δεξιτερῆι ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·

ἡ δ᾽ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.

μνηστῆρσιν δ᾽ ἄρ᾽ ἄχος γένετο μέγα, πᾶσι δ᾽ ἄρα χρὼς

ἐτράπετο· Ζεὺς δὲ μεγάλ᾽ ἔκτυπε σήματα φαίνων·

γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.

415

ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·

εἵλετο δ᾽ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζηι

γυμνός· τοὶ δ᾽ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης

κείατο, τῶν τάχ᾽ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.

τόν ῥ᾽ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,

420

αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ᾽ ὀϊστὸν

ἄντα τιτυσκόμενος, πελέκεων δ᾽ οὐκ ἤμβροτε πάντων

πρώτης στειλειῆς, διὰ δ᾽ ἀμπερὲς ἦλθε θύραζε

ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·

 

Τηλέμαχ᾽, οὔ σ᾽ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει

425

ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον

δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,

οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.

νῦν δ᾽ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι

ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι

430

μολπῆι καὶ φόρμιγγι· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.

 

ἦ καὶ ἐπ᾽ ὀφρύσι νεῦσεν· ὁ δ᾽ ἀμφέθετο ξίφος ὀξὺ

Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ

πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῶι.