Chant XVII

Remonter

   

Ὀ δ υ σ σ ε ί α ς   ρ

 Τηλεμάχου ἐπάνοδος

πρὸς Ἰθάκην. 

 
 

μος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα

Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,

5

ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·

 

ἄττ᾽, ἦ τοι μὲν ἐγὼν εἶμ᾽ ἐς πόλιν, ὄφρα με μήτηρ

ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω

κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,

πρίν γ᾽ αὐτόν με ἴδηται· ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω.

10

τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς πόλιν, ὄφρ᾽ ἂν ἐκεῖθι

δαῖτα πτωχεύηι· δώσει δέ οἱ ὅς κ᾽ ἐθέληισι

πύρνον καὶ κοτύλην· ἐμὲ δ᾽ οὔ πως ἔστιν ἅπαντας

ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῶι·

ὁ ξεῖνος δ᾽ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῶι

15

ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλ᾽ ἀληθέα μυθήσασθαι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·

πτωχῶι βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ᾽ ἀγροὺς

δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ᾽ ἐθέληισιν.

20

οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,

ὥστ᾽ ἐπιτειλαμένωι σημάντορι πάντα πιθέσθαι.

ἀλλ᾽ ἔρχευ· ἐμὲ δ᾽ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,

αὐτίκ᾽ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.

αἰνῶς γὰρ τάδε εἵματ᾽ ἔχω κακά· μή με δαμάσσηι

25

στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτ᾽ εἶναι.

 

ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,

κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.

αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,

ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρήν,

30

αὐτὸς δ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.

 

τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,

κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,

δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς κίεν· ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι

δμωιαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,

35

καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.

 

ἡ δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέηι Ἀφροδίτηι,

ἀμφὶ δὲ παιδὶ φίλωι βάλε πήχεε δακρύσασα,

κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,

40

καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

 

ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε

ὄψεσθαι ἐφάμην, ἐπεὶ ὤιχεο νηῒ Πύλονδε

λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.

ἀλλ᾽ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.

45

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ

ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·

ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,

εἰς ὑπερῶι᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

50

εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας

ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσηι.

αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω

ξεῖνον, ὅτις μοι κεῖθεν ἅμ᾽ ἕσπετο δεῦρο κιόντι.

τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,

55

Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα

ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.

 

ὣς ἄρ᾽ ἐφώνησεν, τῆι δ᾽ ἄπτερος ἔπλετο μῦθος.

ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,

εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας

60

ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσηι.

 

Τηλέμαχος δ᾽ ἄρ᾽ ἔπειτα διὲκ μεγάροιο βεβήκει

ἔγχος ἔχων· ἅμα τῶι γε δύω κύνες ἀργοὶ ἕποντο.

θεσπεσίην δ᾽ ἄρα τῶι γε χάριν κατέχευεν Ἀθήνη·

τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.

65

ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο

ἔσθλ᾽ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.

αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,

ἀλλ᾽ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ᾽ Ἁλιθέρσης,

οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,

70

ἔνθα καθέζετ᾽ ἰών· τοὶ δ᾽ ἐξερέεινον ἕκαστα.

τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν

ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ᾽, ἀλλὰ παρέστη.

τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·

 

75

Τηλέμαχ᾽, αἶψ᾽ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,

ὥς τοι δῶρ᾽ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Πείραι᾽, οὐ γάρ τ᾽ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.

εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι

80

λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,

αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν, ἤ τινα τῶνδε·

εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,

δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.

 

ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.

85

αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,

χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

ἐς δ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.

τοὺς δ᾽ ἐπεὶ οὖν δμωιαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίωι,

ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,

90

ἔκ ῥ᾽ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.

χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσα

καλῆι χρυσείηι, ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

95

εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

μήτηρ δ᾽ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο

κλισμῶι κεκλιμένη, λέπτ᾽ ἠλάκατα στρωφῶσα.

οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

100

τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·

 

Τηλέμαχ᾽, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα

λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,

αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς

ὤιχεθ᾽ ἅμ᾽ Ἀτρεΐδηισιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,

105

πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,

νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.

 

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.

ὠιχόμεθ᾽ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·

110

δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν

ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν

ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος

ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.

αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ᾽ ἔφασκεν,

115

ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·

ἀλλά μ᾽ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,

ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.

ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ

Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.

120

εἴρετο δ᾽ αὐτίκ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·

αὐτὰρ ἐγὼ τῶι πᾶσαν ἀληθείην κατέλεξα·

καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

 

ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῆι

125

ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.

ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχωι ἔλαφος κρατεροῖο λέοντος

νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς

κνημοὺς ἐξερέηισι καὶ ἄγκεα ποιήεντα

βοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,

130

ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,

ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένηι ἐνὶ Λέσβωι

ἐξ ἔριδος Φιλομηλεΐδηι ἐπάλαισεν ἀναστάς,

135

κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,

τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·

πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.

ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾶις καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε

ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω,

140

ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,

τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.

φῆ μιν ὅ γ᾽ ἐν νήσωι ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,

νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκηι

ἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.

145

οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης

 

ὣς ἔφατ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.

ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον

ἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.

 

150

ὣς φάτο, τῆι δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.

τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·

 

ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,

ἦ τοι ὅ γ᾽ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·

ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ᾽ ἐπικεύσω·

155

ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα

ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίηι,

ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,

ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·

160

τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς

ἥμενος ἐφρασάμην καὶ Τηλεμάχωι ἐγεγώνευν.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·

τῶι κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

165

ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο

δίσκοισιν τέρποντο καὶ αἰγανέηισιν ἱέντες,

ἐν τυκτῶι δαπέδωι, ὅθι περ πάρος ὕβριν ἔχοντες.

170

ἀλλ᾽ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα

πάντοθεν ἐξ ἀγρῶν, οἱ δ᾽ ἤγαγον οἳ τὸ πάρος περ,

καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα

ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·

 

κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν᾽ ἀέθλοις,

175

ἔρχεσθε πρὸς δώμαθ᾽, ἵν᾽ ἐντυνώμεθα δαῖτα·

οὐ μὲν γάρ τι χέρειον ἐν ὥρηι δεῖπνον ἑλέσθαι.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν πείθοντό τε μύθωι.

αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,

χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

180

οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,

ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,

δαῖτ᾽ ἐντυνόμενοι. τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδε

ὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.

τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·

 

185

ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ᾽ ἰέναι μενεαίνεις

σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός - ἦ σ᾽ ἂν ἐγώ γε

αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·

ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω

νεικείηι· χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί -

190

ἀλλ᾽ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα

ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

ἀλλ᾽ ἴομεν, σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε.

195

δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,

σκηρίπτεσθ᾽, ἐπεὶ ἦ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν.

 

ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,

πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·

Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.

200

τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες

ῥύατ᾽ ὄπισθε μένοντες· ὁ δ᾽ ἐς πόλιν ἦγεν ἄνακτα

πτωχῶι λευγαλέωι ἐναλίγκιον ἠδὲ γέροντι,

σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.

 

ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν

205

ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο

τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,

τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·

ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,

πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ

210

ὑψόθεν ἐκ πέτρης· βωμὸς δ᾽ ἐφύπερθε τέτυκτο

νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·

ἔνθα σφέας ἐκίχαν᾽ υἱὸς Δολίοιο Μελανθεὺς

αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,

δεῖπνον μνηστήρεσσι· δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.

215

τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν,

ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·

 

νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,

ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.

πῆι δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,

220

πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;

ὃς πολλῆις φλιῆισι παραστὰς θλίψεται ὤμους,

αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·

τόν κ᾽ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι

σηκοκόρον τ᾽ ἔμεναι θαλλόν τ᾽ ἐρίφοισι φορῆναι,

225

καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.

ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθεν, οὐκ ἐθελήσει

ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον

βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ᾽ ἄναλτον.

ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

230

αἴ κ᾽ ἔλθηι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,

πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων

πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.

 

ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίηισιν

ἰσχίωι· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,

235

ἀλλ᾽ ἔμεν᾽ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς

ἠὲ μεταΐξας ῥοπάλωι ἐκ θυμὸν ἕλοιτο,

ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.

ἀλλ᾽ ἐπετόλμησε, φρεσὶ δ᾽ ἔσχετο· τὸν δὲ συβώτης

νείκεσ᾽ ἐσάντα ἰδών, μέγα δ᾽ εὔξατο χεῖρας ἀνασχών·

 

240

νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ᾽ Ὀδυσσεὺς

ὔμμ᾽ ἐπὶ μηρί᾽ ἔκηε, καλύψας πίονι δημῶι,

ἀρνῶν ἠδ᾽ ἐρίφων, τόδε μοι κρηήνατ᾽ ἐέλδωρ,

ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·

τῶι κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,

245

τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ

ἄστυ κάτ᾽· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.

 

τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·

ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,

τόν ποτ᾽ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης

250

ἄξω τῆλ᾽ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.

αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων

σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,

ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.

 

ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,

255

αὐτὰρ ὁ βῆ, μάλα δ᾽ ὦκα δόμους ἵκανεν ἄνακτος.

αὐτίκα δ᾽ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,

ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.

τῶι πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα

260

ἔδμεναι. ἀγχίμολον δ᾽ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ᾽ ἰωὴ

φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετ᾽ ἀείδειν

Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·

 

Εὔμαι᾽, ἦ μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος,

265

ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.

ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ

τοίχωι καὶ θριγκοῖσι, θύραι δ᾽ εὐερκέες εἰσὶ

δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.

γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῶι δαῖτα τίθενται

270

ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ

ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

ῥεῖ᾽ ἔγνως, ἐπεὶ οὐδὲ τά τ᾽ ἄλλα πέρ ἐσσ᾽ ἀνοήμων.

ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα.

275

ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,

δύσεο δὲ μνηστῆρας, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ·

εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ᾽ εἶμι προπάροιθε·

μηδὲ σὺ δηθύνειν, μή τίς σ᾽ ἔκτοσθε νοήσας

ἢ βάληι ἢ ἐλάσηι· τὰ δέ σε φράζεσθαι ἄνωγα.

280

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

 

γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

ἀλλ᾽ ἔρχευ προπάροιθεν, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ.

οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·

τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα

285

κύμασι καὶ πολέμωι· μετὰ καὶ τόδε τοῖσι γενέσθω·

γαστέρα δ᾽ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,

οὐλομένην, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσι,

τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται

πόντον ἐπ᾽ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.

290

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,

Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ᾽ αὐτὸς

θρέψε μέν, οὐδ᾽ ἀπόνητο, πάρος δ᾽ εἰς Ἴλιον ἱρὴν

ὤιχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες

295

αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·

δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,

ἐν πολλῆι κόπρωι, ἥ οἱ προπάροιθε θυράων

ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽, ὄφρ᾽ ἂν ἄγοιεν

δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·

300

ἔνθα κύων κεῖτ᾽ Ἄργος, ἐνίπλειος κυνοραιστέων.

δὴ τότε γ᾽, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,

οὐρῆι μέν ῥ᾽ ὅ γ᾽ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,

ἆσσον δ᾽ οὐκέτ᾽ ἔπειτα δυνήσατο οἷο ἄνακτος

ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,

305

ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ᾽ ἐρεείνετο μύθωι·

 

Εὔμαι᾽, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ᾽ ἐνὶ κόπρωι.

καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ᾽ οὐ σάφα οἶδα,

εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῶιδε,

ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν

310

γίγνοντ᾽· ἀγλαΐης δ᾽ ἕνεκεν κομέουσιν ἄνακτες.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.

εἰ τοιόσδ᾽ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,

οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

315

αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.

οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης

κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιήιδη·

νῦν δ᾽ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης

ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.

320

δμῶες δ᾽, εὖτ᾽ ἂν μηκέτ᾽ ἐπικρατέωσιν ἄνακτες,

οὐκέτ᾽ ἔπειτ᾽ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·

ἥμισυ γάρ τ᾽ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς

ἀνέρος, εὖτ᾽ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕληισιν.

 

ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,

325

βῆ δ᾽ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.

Ἄργον δ᾽ αὖ κατὰ μοῖρ᾽ ἔλαβεν μέλανος θανάτοιο,

αὐτίκ᾽ ἰδόντ᾽ Ὀδυσῆα ἐεικοστῶι ἐνιαυτῶι.

 

τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς

ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ᾽ ἔπειτα

330

νεῦσ᾽ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον

κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ

δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·

τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν

ἀντίον, ἔνθα δ᾽ ἄρ᾽ αὐτὸς ἐφέζετο· τῶι δ᾽ ἄρα κῆρυξ

335

μοῖραν ἑλὼν ἐτίθει κανέου τ᾽ ἐκ σῖτον ἀείρας.

 

ἀγχίμολον δὲ μετ᾽ αὐτὸν ἐδύσετο δώματ᾽ Ὀδυσσεύς,

πτωχῶι λευγαλέωι ἐναλίγκιος ἠδὲ γέροντι,

σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.

ἷζε δ᾽ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,

340

κλινάμενος σταθμῶι κυπαρισσίνωι, ὅν ποτε τέκτων

ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.

Τηλέμαχος δ᾽ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,

ἄρτον τ᾽ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο

καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·

345

δὸς τῶι ξείνωι ταῦτα φέρων αὐτόν τε κέλευε

αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·

αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένωι ἀνδρὶ παρεῖναι.

 

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,

ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντ᾽ ἀγόρευε·

 

350

Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει

αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·

αἰδῶ δ᾽ οὐκ ἀγαθήν φησ᾽ ἔμμεναι ἀνδρὶ προΐκτηι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,

355

καί οἱ πάντα γένοιθ᾽ ὅσσα φρεσὶν ἧισι μενοινᾶι.

 

ἦ ῥα καὶ ἀμφοτέρηισιν ἐδέξατο καὶ κατέθηκεν

αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,

ἤσθιε δ᾽ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·

εὖθ᾽ ὁ δεδειπνήκειν, ὁ δ᾽ ἐπαύετο θεῖος ἀοιδός.

360

μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρ᾽. αὐτὰρ Ἀθήνη,

ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα

ὤτρυν᾽, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,

γνοίη θ᾽ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ᾽ ἀθέμιστοι·

ἀλλ᾽ οὐδ᾽ ὥς τιν᾽ ἔμελλ᾽ ἀπαλεξήσειν κακότητος.

365

βῆ δ᾽ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,

πάντοσε χεῖρ᾽ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.

οἱ δ᾽ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,

ἀλλήλους τ᾽ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.

 

τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·

370

κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,

τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.

ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,

αὐτὸν δ᾽ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.

 

ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἔπεσιν νείκεσσε συβώτην·

375

ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε

ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,

πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;

ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος

ἐνθάδ᾽ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ᾽ ἐκάλεσσας;

 

380

τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

Ἀντίνο᾽, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·

τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν

ἄλλον γ᾽, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,

μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,

385

ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπηισιν ἀείδων;

οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν·

πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.

ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων

δμωσὶν Ὀδυσσῆος, πέρι δ᾽ αὖτ᾽ ἐμοί· αὐτὰρ ἐγώ γε

390

οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια

ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·

Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ

395

μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.

 

ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·

Ἀντίνο᾽, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,

ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι

μύθωι ἀναγκαίωι· μὴ τοῦτο θεὸς τελέσειε.

400

δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·

μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλον

δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.

ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·

αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλωι.

405

τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·

Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.

εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,

καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.

 

ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης

410

κείμενον, ὧι ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·

οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ᾽ ἄρα πήρην

σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς

αὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·

στῆ δὲ παρ᾽ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·

 

415

δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν

ἔμμεναι, ἀλλ᾽ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.

τῶι σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι

σίτου· ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.

καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον

420

ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτηι,

τοίωι ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·

ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ

οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.

ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων - ἤθελε γάρ που -

425

ὅς μ᾽ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν

Αἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδόν, ὄφρ᾽ ἀπολοίμην.

στῆσα δ᾽ ἐν Αἰγύπτωι ποταμῶι νέας ἀμφιελίσσας.

ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους

αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,

430

ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.

οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῶι,

αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς

πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,

αὐτούς τ᾽ ἔκτεινον· τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.

435

οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν

ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων

χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος

φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη

στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

440

ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῶι,

τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκηι.

αὐτὰρ ἔμ᾽ ἐς Κύπρον ξείνωι δόσαν ἀντιάσαντι,

Δμήτορι Ἰασίδηι, ὃς Κύπρου ἶφι ἄνασσεν·

ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκω πήματα πάσχων.

445

τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·

τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;

στῆθ᾽ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,

μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·

ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.

450

ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι

μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ᾽ ἐλεητὺς

ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστωι.

 

τὸν δ᾽ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·

ὢ πόποι, οὐκ ἄρα σοί γ᾽ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·

455

οὐ σύ γ᾽ ἂν ἐξ οἴκου σῶι ἐπιστάτηι οὐδ᾽ ἅλα δοίης,

ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης

σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.

 

ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,

καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·

460

νῦν δή σ᾽ οὐκέτι καλὰ διὲκ μεγάροιό γ᾽ ὀΐω

ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.

 

ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,

πρυμνότατον κατὰ νῶτον· ὁ δ᾽ ἐστάθη ἠΰτε πέτρη

ἔμπεδον, οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,

465

ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, κὰδ δ᾽ ἄρα πήρην

θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·

 

κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,

ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

470

οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,

ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι

βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῆις ὀΐεσσιν·

αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,

οὐλομένης, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν.

475

ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,

Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.

 

τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

ἔσθι᾽ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ᾽ ἄλληι,

μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽, οἷ᾽ ἀγορεύεις,

480

ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

 

Ἀντίνο᾽, οὐ μὲν κάλ᾽ ἔβαλες δύστηνον ἀλήτην,

οὐλόμεν᾽, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.

485

καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,

παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,

ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.

 

ὣς ἄρ᾽ ἔφαν μνηστῆρες, ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων.

Τηλέμαχος δ᾽ ἐν μὲν κραδίηι μέγα πένθος ἄεξε

490

βλημένου, οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,

ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

 

τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια

βλημένου ἐν μεγάρωι, μετ᾽ ἄρα δμωιῆισιν ἔειπεν·

αἴθ᾽ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.

495

τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·

εἰ γὰρ ἐπ᾽ ἀρῆισιν τέλος ἡμετέρηισι γένοιτο·

οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.

 

τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

μαῖ᾽, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·

500

Ἀντίνοος δὲ μάλιστα μελαίνηι κηρὶ ἔοικε.

ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα

ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·

ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,

οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.

 

505

ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμωιῆισι γυναιξίν,

ἡμένη ἐν θαλάμωι· ὁ δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς·

ἡ δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·

 

ἔρχεο, δῖ᾽ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι

ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι

510

εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται

ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτωι γὰρ ἔοικε.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα

εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·

οἷ᾽ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.

515

τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ᾽ ἤματ᾽ ἔρυξα

ἐν κλισίηι· πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς·

ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.

ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ

ἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι,

520

τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ᾽ ἀείδηι·

ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.

φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,

Κρήτηι ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.

ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων,

525

προπροκυλινδόμενος· στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,

ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμωι,

ζωοῦ· πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε.

 

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

ἔρχεο, δεῦρο κάλεσσον, ἵν᾽ ἀντίον αὐτὸς ἐνίσπηι.

530

οὗτοι δ᾽ ἠὲ θύρηισι καθήμενοι ἑψιαάσθων.

ἢ αὐτοῦ κατὰ δώματ᾽, ἐπεί σφισι θυμὸς ἐΰφρων.

αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκωι,

σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,

οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

535

βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,

εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,

μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,

οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,

540

αἶψά κε σὺν ὧι παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.

 

ὣς φάτο, Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν, ἀμφὶ δὲ δῶμα

σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,

αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

 

ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.

545

οὐχ ὁράαις ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;

τῶι κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο

πᾶσι μάλ᾽, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῆισιν·

αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα,

550

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.

 

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·

ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·

 

ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,

μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς

555

ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίηι.

εἰ δέ κέ σε γνώηι νημερτέα πάντ᾽ ἐνέποντα,

ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα

χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον

γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κ᾽ ἐθέληισι.

 

560

τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

Εὔμαι᾽, αἶψά κ᾽ ἐγὼ νημερτέα πάντ᾽ ἐνέποιμι

κούρηι Ἰκαρίοιο, περίφρονι Πηνελοπείηι·

οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ᾽ ἀνεδέγμεθ᾽ ὀϊζύν.

ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι᾽ ὅμιλον,

565

τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.

καὶ γὰρ νῦν, ὅτε μ᾽ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα

οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνηισιν ἔδωκεν,

οὔτε τι Τηλέμαχος τό γ᾽ ἐπήρκεσεν οὔτε τις ἄλλος.

τῶι νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι

570

μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·

καὶ τότε μ᾽ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,

ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι

λύγρ᾽ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ᾽ ἱκέτευσα.

 

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.

575

τὸν δ᾽ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·

 

οὐ σύ γ᾽ ἄγεις, Εὔμαιε· τί τοῦτ᾽ ἐνόησεν ἀλήτης;

ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως

αἰδεῖται κατὰ δῶμα; κακὸς δ᾽ αἰδοῖο; ἀλήτης.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

580

μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ᾽ οἴοιτο καὶ ἄλλος,

ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.

ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.

καὶ δὲ σοὶ ὧδ᾽ αὐτῆι πολὺ κάλλιον, ὦ βασίλεια,

οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι.

585

τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·

οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·

οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων

ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.

 

ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευεν, ὁ δ᾽ ὤιχετο δῖος ὑφορβὸς

590

μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.

αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·

 

ὦ φίλ᾽, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,

σὸν καὶ ἐμὸν βίοτον· σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.

595

αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῶι

μή τι πάθηις· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,

τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

ἔσσεται οὕτως, ἄττα· σὺ δ᾽ ἔρχεο δειελιήσας·

600

ἠῶθεν δ᾽ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·

αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.

 

ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου,

πλησάμενος δ᾽ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος

βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας, λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε,

605

πλεῖον δαιτυμόνων· οἱ δ᾽ ὀρχηστυῖ καὶ ἀοιδῆι

τέρποντ᾽· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.