Ὀ δ υ σ σ ε ί α ς π Τηλεμάχου ἀναγνωρισμὸς
Ὀδυσσέως. |
|
|
Τὼ
δ᾽ αὖτ᾽ ἐν κλισίηι Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντο ἄριστον ἅμ᾽ ἠοῖ,
κηαμένω πῦρ,
ἔκπεμψάν τε νομῆας ἅμ᾽
ἀγρομένοισι σύεσσι·
Τηλέμαχον δὲ περίσσαινον
κύνες ὑλακόμωροι,
|
5
|
οὐδ᾽ ὕλαον προσιόντα.
νόησε δὲ δῖος Ὀδυσσεὺς
σαίνοντάς τε κύνας, περί
τε κτύπος ἦλθε ποδοῖϊν.
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα
πτερόεντα προσηύδα·
Εὔμαι᾽, ἦ μάλα τίς τοι
ἐλεύσεται ἐνθάδ᾽ ἑταῖρος
ἢ καὶ γνώριμος ἄλλος,
ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
|
10
|
ἀλλὰ περισσαίνουσι· ποδῶν
δ᾽ ὑπὸ δοῦπον ἀκούω.
οὔ πω πᾶν εἴρητο ἔπος,
ὅτε οἱ φίλος υἱὸς
ἔστη ἐνὶ προθύροισι.
ταφὼν δ᾽ ἀνόρουσε συβώτης,
ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσον
ἄγγεα, τοῖς ἐπονεῖτο,
κιρνὰς αἴθοπα οἶνον. ὁ δ᾽
ἀντίος ἦλθεν ἄνακτος,
|
15
|
κύσσε δέ μιν κεφαλήν τε
καὶ ἄμφω φάεα καλὰ
χεῖράς τ᾽ ἀμφοτέρας·
θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ὡς δὲ πατὴρ ὃν παῖδα φίλα
φρονέων ἀγαπάζηι
ἐλθόντ᾽ ἐξ ἀπίης γαίης
δεκάτωι ἐνιαυτῶι,
μοῦνον τηλύγετον, τῶι ἔπ᾽
ἄλγεα πολλὰ μογήσηι,
|
20
|
ὣς τότε Τηλέμαχον
θεοειδέα δῖος ὑφορβὸς
πάντα κύσεν περιφύς, ὡς
ἐκ θανάτοιο φυγόντα·
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα
πτερόεντα προσηύδα·
ἦλθες, Τηλέμαχε, γλυκερὸν
φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε
ὄψεσθαι ἐφάμην, ἐπεὶ
ὤιχεο νηῒ Πύλονδε.
|
25
|
ἀλλ᾽ ἄγε νῦν εἴσελθε,
φίλον τέκος, ὄφρα σε θυμῶι
τέρψομαι εἰσορόων νέον
ἄλλοθεν ἔνδον ἐόντα.
οὐ μὲν γάρ τι θάμ᾽ ἀγρὸν
ἐπέρχεαι οὐδὲ νομῆας,
ἀλλ᾽ ἐπιδημεύεις· ὣς γάρ
νύ τοι εὔαδε θυμῶι,
ἀνδρῶν μνηστήρων ἐσορᾶν
ἀΐδηλον ὅμιλον.
|
30
|
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
ἔσσεται οὕτως, ἄττα·
σέθεν δ᾽ ἕνεκ᾽ ἐνθάδ᾽ ἱκάνω,
ὄφρα σέ τ᾽ ὀφθαλμοῖσιν
ἴδω καὶ μῦθον ἀκούσω,
ἤ μοι ἔτ᾽ ἐν μεγάροις
μήτηρ μένει, ἦέ τις ἤδη
ἀνδρῶν ἄλλος ἔγημεν,
Ὀδυσσῆος δέ που εὐνὴ
|
35
|
χήτει ἐνευναίων κάκ᾽
ἀράχνια κεῖται ἔχουσα.
τὸν δ᾽ αὖτε προσέειπε
συβώτης, ὄρχαμος ἀνδρῶν·
καὶ λίην κείνη γε μένει
τετληότι θυμῶι
σοῖσιν ἐνὶ μεγάροισιν·
ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ
ἤματα δάκρυ χεούσηι.
|
40
|
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο
χάλκεον ἔγχος·
αὐτὰρ ὅ γ᾽ εἴσω ἴεν καὶ
ὑπέρβη λάϊνον οὐδόν.
τῶι δ᾽ ἕδρης ἐπιόντι
πατὴρ ὑπόειξεν Ὀδυσσεύς·
Τηλέμαχος δ᾽ ἑτέρωθεν
ἐρήτυε φώνησέν τε·
ἧσ᾽, ὦ ξεῖν᾽· ἡμεῖς δὲ
καὶ ἄλλοθι δήομεν ἕδρην
|
45
|
σταθμῶι ἐν ἡμετέρωι· πάρα
δ᾽ ἀνὴρ ὃς καταθήσει.
ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἰὼν
κατ᾽ ἄρ᾽ ἕζετο· τῶι δὲ συβώτης.
χεῦεν ὕπο χλωρὰς ῥῶπας
καὶ κῶας ὕπερθεν·
ἔνθα καθέζετ᾽ ἔπειτα
Ὀδυσσῆος φίλος υἱός.
τοῖσιν δ᾽ αὖ κρειῶν
πίνακας παρέθηκε συβώτης
|
50
|
ὀπταλέων, ἅ ῥα τῆι
προτέρηι ὑπέλειπον ἔδοντες,
σῖτον δ᾽ ἐσσυμένως
παρενήνεεν ἐν κανέοισιν,
ἐν δ᾽ ἄρα κισσυβίωι κίρνη
μελιηδέα οἶνον·
αὐτὸς δ᾽ ἀντίον ἷζεν
Ὀδυσσῆος θείοιο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα
προκείμενα χεῖρας ἴαλλον.
|
55
|
αὐτὰρ ἐπεὶ πόσιος καὶ
ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος
προσεφώνεε δῖον ὑφορβόν·
ἄττα, πόθεν τοι ξεῖνος
ὅδ᾽ ἵκετο; πῶς δέ ἑ ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες
ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί ἑ πεζὸν
ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
|
60
|
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφης, Εὔμαιε συβῶτα·
τοιγὰρ ἐγώ τοι, τέκνον,
ἀληθέα πάντ᾽ ἀγορεύσω.
ἐκ μὲν Κρητάων γένος
εὔχεται εὐρειάων,
φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ
ἄστεα δινηθῆναι
πλαζόμενος· ὣς γάρ οἱ
ἐπέκλωσεν τά γε δαίμων.
|
65
|
νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν
ἐκ νηὸς ἀποδρὰς
ἤλυθ᾽ ἐμὸν πρὸς σταθμόν,
ἐγὼ δέ τοι ἐγγυαλίξω·
ἔρξον ὅπως ἐθέλεις·
ἱκέτης δέ τοι εὔχεται εἶναι.
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
Εὔμαι᾽, ἦ μάλα τοῦτο ἔπος
θυμαλγὲς ἔειπες·
|
70
|
πῶς γὰρ δὴ τὸν ξεῖνον
ἐγὼν ὑποδέξομαι οἴκωι;
αὐτὸς μὲν νέος εἰμὶ καὶ
οὔ πω χερσὶ πέποιθα
ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε
τις πρότερος χαλεπήνηι·
μητρὶ δ᾽ ἐμῆι δίχα θυμὸς
ἐνὶ φρεσὶ μερμηρίζει,
ἢ αὐτοῦ παρ᾽ ἐμοί τε
μένηι καὶ δῶμα κομίζηι,
|
75
|
εὐνήν τ᾽ αἰδομένη πόσιος
δήμοιό τε φῆμιν,
ἦ ἤδη ἅμ᾽ ἕπηται Ἀχαιῶν
ὅς τις ἄριστος
μνᾶται ἐνὶ μεγάροισιν
ἀνὴρ καὶ πλεῖστα πόρηισιν.
ἀλλ᾽ ἦ τοὶ τὸν ξεῖνον,
ἐπεὶ τεὸν ἵκετο δῶμα,
ἕσσω μιν χλαῖνάν τε
χιτῶνά τε, εἵματα καλά,
|
80
|
δώσω δὲ ξίφος ἄμφηκες καὶ
ποσσὶ πέδιλα,
πέμψω δ᾽ ὅππη μιν κραδίη
θυμός τε κελεύει.
εἰ δ᾽ ἐθέλεις, σὺ
κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
εἵματα δ᾽ ἐνθάδ᾽ ἐγὼ
πέμψω καὶ σῖτον ἅπαντα
ἔδμεναι, ὡς ἂν μή σε
κατατρύχηι καὶ ἑταίρους.
|
85
|
κεῖσε δ᾽ ἂν οὔ μιν ἐγώ γε
μετὰ μνηστῆρας ἐῶιμι
ἔρχεσθαι· λίην γὰρ
ἀτάσθαλον ὕβριν ἔχουσι·
μή μιν κερτομέωσιν, ἐμοὶ
δ᾽ ἄχος ἔσσεται αἰνόν.
πρῆξαι δ᾽ ἀργαλέον τι
μετὰ πλεόνεσσιν ἐόντα
ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ
πολὺ φέρτεροί εἰσι.
|
90
|
τὸν δ᾽ αὖτε προσέειπε
πολύτλας δῖος Ὀδυσσεύς·
ὦ φίλ᾽, ἐπεί θήν μοι καὶ
ἀμείψασθαι θέμις ἐστίν,
ἦ μάλα μευ καταδάπτετ᾽
ἀκούοντος φίλον ἦτορ,
οἷά φατε μνηστῆρας
ἀτάσθαλα μηχανάασθαι
ἐν μεγάροις, ἀέκητι σέθεν
τοιούτου ἐόντος.
|
95
|
εἰπέ μοι ἠὲ ἑκὼν
ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
ἐχθαίρουσ᾽ ἀνὰ δῆμον,
ἐπισπόμενοι θεοῦ ὀμφῆι,
ἦ τι κασιγνήτοις
ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
μαρναμένοισι πέποιθε, καὶ
εἰ μέγα νεῖκος ὄρηται.
αἲ γάρ ἐγὼν οὕτω νέος
εἴην τῶιδ᾽ ἐπὶ θυμῶι,
|
100
|
ἢ παῖς ἐξ Ὀδυσῆος
ἀμύμονος ἠὲ καὶ αὐτός·
[ἔλθοι ἀλητεύων· ἔτι γὰρ
καὶ ἐλπίδος αἶσα·]
αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο
κάρη τάμοι ἀλλότριος φώς,
εἰ μὴ ἐγὼ κείνοισι κακὸν
πάντεσσι γενοίμην,
ἐλθὼν ἐς μέγαρον
Λαερτιάδεω Ὀδυσῆος.
|
105
|
εἰ δ᾽ αὖ με πληθυῖ
δαμασαίατο μοῦνον ἐόντα,
βουλοίμην κ᾽ ἐν ἐμοῖσι
κατακτάμενος μεγάροισι
τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν
ἀεικέα ἔργ᾽ ὁράασθαι,
ξείνους τε
στυφελιζομένους δμωιάς τε γυναῖκας
ῥυστάζοντας ἀεικελίως
κατὰ δώματα καλά,
|
110
|
καὶ οἶνον διαφυσσόμενον,
καὶ σῖτον ἔδοντας
μὰψ αὔτως, ἀτέλεστον,
ἀνηνύστωι ἐπὶ ἔργωι.
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, ξεῖνε,
μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
οὔτε τί μοι πᾶς δῆμος
ἀπεχθόμενος χαλεπαίνει,
|
115
|
οὔτε κασιγνήτοις
ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
μαρναμένοισι πέποιθε, καὶ
εἰ μέγα νεῖκος ὄρηται.
ὧδε γὰρ ἡμετέρην γενεὴν
μούνωσε Κρονίων·
μοῦνον Λαέρτην Ἀρκείσιος
υἱὸν ἔτικτε,
μοῦνον δ᾽ αὖτ᾽ Ὀδυσῆα
πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
|
120
|
μοῦνον ἔμ᾽ ἐν μεγάροισι
τεκὼν λίπεν οὐδ᾽ ἀπόνητο.
τῶι νῦν δυσμενέες μάλα
μυρίοι εἴσ᾽ ἐνὶ οἴκωι.
ὅσσοι γὰρ νήσοισιν
ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίωι τε Σάμηι τε καὶ
ὑλήεντι Ζακύνθωι,
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην
κάτα κοιρανέουσι,
|
125
|
τόσσοι μητέρ᾽ ἐμὴν
μνῶνται, τρύχουσι δὲ οἶκον.
ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται
στυγερὸν γάμον οὔτε τελευτὴν
ποιῆσαι δύναται· τοὶ δὲ
φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν· τάχα δή με
διαρραίσουσι καὶ αὐτόν.
ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν
ἐν γούνασι κεῖται·
|
130
|
ἄττα, σὺ δ᾽ ἔρχεο θᾶσσον,
ἐχέφρονι Πηνελοπείηι
εἴφ᾽ ὅτι οἱ σῶς εἰμὶ καὶ
ἐκ Πύλου εἰλήλουθα.
αὐτὰρ ἐγὼν αὐτοῦ μενέω,
σὺ δὲ δεῦρο νέεσθαι,
οἴηι ἀπαγγείλας· τῶν δ᾽
ἄλλων μή τις Ἀχαιῶν
πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ
κακὰ μηχανόωνται.
|
135
|
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφης, Εὔμαιε συβῶτα·
γιγνώσκω, φρονέω· τά γε
δὴ νοέοντι κελεύεις.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ
καὶ ἀτρεκέως κατάλεξον,
ἦ καὶ Λαέρτηι αὐτὴν ὁδὸν
ἄγγελος ἔλθω
δυσμόρωι, ὃς τῆος μὲν
Ὀδυσσῆος μέγ᾽ ἀχεύων
|
140
|
ἔργα τ᾽ ἐποπτεύεσκε μετὰ
δμώων τ᾽ ἐνὶ οἴκωι
πῖνε καὶ ἦσθ᾽, ὅτε θυμὸς
ἐνὶ στήθεσσιν ἀνώγοι·
αὐτὰρ νῦν, ἐξ οὗ σύ γε
ὤιχεο νηῒ Πύλονδε,
οὔ πω μίν φασιν φαγέμεν
καὶ πιέμεν αὔτως,
οὐδ᾽ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ
στοναχῆι τε γόωι τε
|
145
|
ἧσται ὀδυρόμενος,
φθινύθει δ᾽ ἀμφ᾽ ὀστεόφι χρώς.
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
ἄλγιον, ἀλλ᾽ ἔμπης μιν
ἐάσομεν, ἀχνύμενοί περ·
εἰ γὰρ πως εἴη αὐτάγρετα
πάντα βροτοῖσι,
πρῶτόν κεν τοῦ πατρὸς
ἑλοίμεθα νόστιμον ἦμαρ.
|
150
|
ἀλλὰ σύ γ᾽ ἀγγείλας ὀπίσω
κίε, μηδὲ κατ᾽ ἀγροὺς
πλάζεσθαι μετ᾽ ἐκεῖνον·
ἀτὰρ πρὸς μητέρα εἰπεῖν
ἀμφίπολον ταμίην
ὀτρυνέμεν ὅττι τάχιστα
κρύβδην· κείνη γὰρ κεν
ἀπαγγείλειε γέροντι.
ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ
δ᾽ εἵλετο χερσὶ πέδιλα,
|
155
|
δησάμενος δ᾽ ὑπὸ ποσσὶ
πόλινδ᾽ ἴεν. οὐδ᾽ ἄρ᾽ Ἀθήνην
λῆθεν ἀπὸ σταθμοῖο κιὼν
Εὔμαιος ὑφορβός,
ἀλλ᾽ ἥ γε σχεδὸν ἦλθε·
δέμας δ᾽ ἤϊκτο γυναικὶ
καλῆι τε μεγάληι τε καὶ
ἀγλαὰ ἔργα ἰδυίηι.
στῆ δὲ κατ᾽ ἀντίθυρον
κλισίης Ὀδυσῆϊ φανεῖσα·
|
160
|
οὐδ᾽ ἄρα Τηλέμαχος ἴδεν
ἀντίον οὐδ᾽ ἐνόησεν,
οὐ γὰρ πω πάντεσσι θεοὶ
φαίνονται ἐναργεῖς,
ἀλλ᾽ Ὀδυσεύς τε κύνες τε
ἴδον, καί ῥ᾽ οὐχ ὑλάοντο
κνυζηθμῶι δ᾽ ἑτέρωσε διὰ
σταθμοῖο φόβηθεν.
ἡ δ᾽ ἄρ᾽ ἐπ᾽ ὀφρύσι
νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,
|
165
|
ἐκ δ᾽ ἦλθεν μεγάροιο
παρὲκ μέγα τειχίον αὐλῆς,
στῆ δὲ πάροιθ᾽ αὐτῆς· τὸν
δὲ προσέειπεν Ἀθήνη·
διογενὲς Λαερτιάδη,
πολυμήχαν᾽ Ὀδυσσεῦ.
ἤδη νῦν σῶι παιδὶ ἔπος
φάο μηδ᾽ ἐπίκευθε,
ὡς ἄν μνηστῆρσιν θάνατον
καὶ κῆρ᾽ ἀραρόντε
|
170
|
ἔρχησθον προτὶ ἄστυ
περικλυτόν· οὐδ᾽ ἐγὼ αὐτὴ
δηρὸν ἀπὸ σφῶϊν ἔσομαι
μεμαυῖα μάχεσθαι.
ἦ καὶ χρυσείηι ῥάβδωι
ἐπεμάσσατ᾽ Ἀθήνη.
φᾶρος μέν οἱ πρῶτον
ἐϋπλυνὲς ἠδὲ χιτῶνα
θῆκ᾽ ἀμφὶ στήθεσσι, δέμας
δ᾽ ὤφελλε καὶ ἥβην.
|
175
|
ἂψ δὲ μελαγχροιὴς γένετο,
γναθμοὶ δὲ τάνυσθεν,
κυάνεαι δ᾽ ἐγένοντο
γενειάδες ἀμφὶ γένειον.
ἡ μὲν ἄρ᾽ ὣς ἔρξασα πάλιν
κίεν· αὐτὰρ Ὀδυσσεὺς
ἤϊεν ἐς κλισίην· θάμβησε
δέ μιν φίλος υἱός,
ταρβήσας δ᾽ ἑτέρωσε βάλ᾽
ὄμματα, μὴ θεὸς εἴη,
|
180
|
καί μιν φωνήσας ἔπεα
πτερόεντα προσηύδα·
ἀλλοῖός μοι, ξεῖνε, φάνης
νέον ἠὲ πάροιθεν,
ἄλλα δὲ εἵματ᾽ ἔχεις, καί
τοι χρὼς οὐκέθ᾽ ὁμοῖος.
ἦ μάλα τις θεός ἐσσι, τοὶ
οὐρανὸν εὐρὺν ἔχουσιν·
ἀλλ᾽ ἵληθ᾽, ἵνα τοι
κεχαρισμένα δώομεν ἱρὰ
|
185
|
ἠδὲ χρύσεα δῶρα,
τετυγμένα· φείδεο δ᾽ ἡμέων
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα
πολύτλας δῖος Ὀδυσσεύς·
οὔ τίς τοι θεός εἰμι· τί
μ᾽ ἀθανάτοισιν ἐΐσκεις;
ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ
εἵνεκα σὺ στεναχίζων
πάσχεις ἄλγεα πολλά, βίας
ὑποδέγμενος ἀνδρῶν.
|
190
|
ὣς ἄρα φωνήσας υἱὸν κύσε,
κὰδ δὲ παρειῶν
δάκρυον ἧκε χαμᾶζε· πάρος
δ᾽ ἔχε νωλεμὲς αἰεί.
Τηλέμαχος δ᾽, οὐ γάρ πω
ἐπείθετο ὃν πατέρ᾽ εἶναι,
ἐξαῦτίς μιν ἔπεσσιν
ἀμειβόμενος προσέειπεν·
οὐ σύ γ᾽ Ὀδυσσεύς ἐσσι,
πατὴρ ἐμός, ἀλλά με δαίμων
|
195
|
θέλγει, ὄφρ᾽ ἔτι μᾶλλον
ὀδυρόμενος στεναχίζω.
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ
τάδε μηχανόωιτο
ὧι αὐτοῦ γε νόωι, ὅτε μὴ
θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη νέον
ἠὲ γέροντα.
ἦ γάρ τοι νέον ἦσθα γέρων
καὶ ἀεικέα ἕσσο·
|
200
|
νῦν δὲ θεοῖσιν ἔοικας, οἳ
οὐρανὸν εὐρὺν ἔχουσι.
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφη πολύμητις Ὀδυσσεύς·
Τηλέμαχ᾽, οὔ σε ἔοικε
φίλον πατέρ ἔνδον ἐόντα
οὔτε τι θαυμάζειν
περιώσιον οὔτ᾽ ἀγάασθαι·
οὐ μὲν γάρ τοι ἔτ᾽ ἄλλος
ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,
|
205
|
ἀλλ᾽ ὅδ᾽ ἐγὼ τοιόσδε,
παθὼν κακά, πολλὰ δ᾽ ἀληθείς,
ἤλυθον εἰκοστῶι ἔτεϊ ἐς
πατρίδα γαῖαν.
αὐτάρ τοι τόδε ἔργον
Ἀθηναίης ἀγελείης,
ἥ τέ με τοῖον ἔθηκεν,
ὅπως ἐθέλει, δύναται γὰρ,
ἄλλοτε μὲν πτωχῶι
ἐναλίγκιον, ἄλλοτε δ᾽ αὖτε
|
210
|
ἀνδρὶ νέωι καὶ καλὰ περὶ
χροῒ εἵματ᾽ ἔχοντι.
ῥηΐδιον δὲ θεοῖσι, τοὶ
οὐρανὸν εὐρὺν ἔχουσιν,
ἠμὲν κυδῆναι θνητὸν
βροτὸν ἠδὲ κακῶσαι.
ὣς ἄρα φωνήσας κατ᾽ ἄρ᾽
ἕζετο, Τηλέμαχος δὲ
ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν
ὀδύρετο, δάκρυα λείβων,
|
215
|
ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽
ἵμερος ὦρτο γόοιο·
κλαῖον δὲ λιγέως,
ἀδινώτερον ἤ τ᾽ οἰωνοί,
φῆναι ἢ αἰγυπιοὶ
γαμψώνυχες, οἷσί τε τέκνα
ἀγρόται ἐξείλοντο πάρος
πετεηνὰ γενέσθαι·
ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν
ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον.
|
220
|
καί νύ κ᾽ ὀδυρομένοισιν
ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Τηλέμαχος
προσεφώνεεν ὃν πατέρ᾽ αἶψα·
ποίηι γὰρ νῦν δεῦρο,
πάτερ φίλε, νηΐ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες
ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν
ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
|
225
|
τὸν δ᾽ αὖτε προσέειπε
πολύτλας δῖος Ὀδυσσεύς·
τοιγὰρ ἐγώ τοι, τέκνον,
ἀληθείην καταλέξω.
Φαίηκές μ᾽ ἄγαγον
ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν, ὅτις
σφέας εἰσαφίκηται·
καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ
θοῆι ἐπὶ πόντον ἄγοντες
|
230
|
κάτθεσαν εἰς Ἰθάκην,
ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις
ἐσθῆτά θ᾽ ὑφαντήν.
καὶ τὰ μὲν ἐν σπήεσσι
θεῶν ἰότητι κέονται·
νῦν αὖ δεῦρ᾽ ἱκόμην
ὑποθημοσύνηισιν Ἀθήνης,
ὄφρα κε δυσμενέεσσι φόνου
πέρι βουλεύσωμεν.
|
235
|
ἀλλ᾽ ἄγε μοι μνηστῆρας
ἀριθμήσας κατάλεξον,
ὄφρ᾽ εἰδέω ὅσσοι τε καὶ
οἵ τινες ἀνέρες εἰσί·
καί κεν ἐμὸν κατὰ θυμὸν
ἀμύμονα μερμηρίξας
φράσσομαι, ἤ κεν νῶϊ
δυνησόμεθ᾽ ἀντιφέρεσθαι
μούνω ἄνευθ᾽ ἄλλων, ἦ καὶ
διζησόμεθ᾽ ἄλλους.
|
240
|
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
ὦ πάτερ, ἦ τοι σεῖο μέγα
κλέος αἰὲν ἄκουον,
χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι
καὶ ἐπίφρονα βουλήν·
ἀλλὰ λίην μέγα εἶπες· ἄγη
μ᾽ ἔχει· οὐδέ κεν εἴη
ἄνδρε δύω πολλοῖσι καὶ
ἰφθίμοισι μάχεσθαι.
|
245
|
μνηστήρων δ᾽ οὔτ᾽ ἂρ
δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι,
ἀλλὰ πολὺ πλέονες· τάχα
δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν.
ἐκ μὲν Δουλιχίοιο δύω καὶ
πεντήκοντα
κοῦροι κεκριμένοι, ἓξ δὲ
δρηστῆρες ἕπονται·
ἐκ δὲ Σάμης πίσυρές τε
καὶ εἴκοσι φῶτες ἔασιν,
|
250
|
ἐκ δὲ Ζακύνθου ἔασιν
ἐείκοσι κοῦροι Ἀχαιῶν,
ἐκ δ᾽ αὐτῆς Ἰθάκης
δυοκαίδεκα πάντες ἄριστοι,
καί σφιν ἅμ᾽ ἐστὶ Μέδων
κῆρυξ καὶ θεῖος ἀοιδὸς
καὶ δοιὼ θεράποντε,
δαήμονε δαιτροσυνάων.
τῶν εἴ κεν πάντων
ἀντήσομεν ἔνδον ἐόντων,
|
255
|
μὴ πολύπικρα καὶ αἰνὰ
βίας ἀποτίσεαι ἐλθών.
ἀλλὰ σύ γ᾽, εἰ δύνασαί
τιν᾽ ἀμύντορα μερμηρίξαι,
φράζευ, ὅ κέν τις νῶϊν
ἀμύνοι πρόφρονι θυμῶι.
τὸν δ᾽ αὖτε προσέειπε
πολύτλας δῖος Ὀδυσσεύς·
τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ
σύνθεο καί μευ ἄκουσον·
|
260
|
καὶ φράσαι ἤ κεν νῶϊν
Ἀθήνη σὺν Διὶ πατρὶ
ἀρκέσει, ἦέ τιν᾽ ἄλλον
ἀμύντορα μερμηρίξω.
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
ἐσθλώ τοι τούτω γ᾽
ἐπαμύντορε, τοὺς ἀγορεύεις,
ὕψι περ ἐν νεφέεσσι
καθημένω· ὥ τε καὶ ἄλλοις
|
265
|
ἀνδράσι τε κρατέουσι καὶ
ἀθανάτοισι θεοῖσι.
τὸν δ᾽ αὖτε προσέειπε
πολύτλας δῖος Ὀδυσσεύς·
οὐ μέν τοι κείνω γε πολὺν
χρόνον ἀμφὶς ἔσεσθον
φυλόπιδος κρατερῆς, ὁπότε
μνηστῆρσι καὶ ἡμῖν
ἐν μεγάροισιν ἐμοῖσι
μένος κρίνηται Ἄρηος.
|
270
|
ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽
ἠοῖ φαινομένηφιν
οἴκαδε, καὶ μνηστῆρσιν
ὑπερφιάλοισιν ὁμίλει·
αὐτὰρ ἐμὲ προτὶ ἄστυ
συβώτης ὕστερον ἄξει,
πτωχῶι λευγαλέωι
ἐναλίγκιον ἠδὲ γέροντι.
εἰ δέ μ᾽ ἀτιμήσουσι δόμον
κάτα, σὸν δὲ φίλον κῆρ
|
275
|
τετλάτω ἐν στήθεσσι κακῶς
πάσχοντος ἐμεῖο,
ἤν περ καὶ διὰ δῶμα ποδῶν
ἕλκωσι θύραζε
ἢ βέλεσι βάλλωσι· σὺ δ᾽
εἰσορόων ἀνέχεσθαι.
ἀλλ᾽ ἦ τοι παύεσθαι
ἀνωγέμεν ἀφροσυνάων,
μειλιχίοις ἐπέεσσι
παραυδῶν· οἱ δέ τοι οὔ τι
|
280
|
πείσονται· δὴ γάρ σφι
παρίσταται αἴσιμον ἦμαρ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽
ἐνὶ φρεσὶ βάλλεο σῆισιν·
ὁππότε κεν πολύβουλος ἐνὶ
φρεσὶ θῆισιν Ἀθήνη,
νεύσω μέν τοι ἐγὼ
κεφαλῆι, σὺ δ᾽ ἔπειτα νοήσας
ὅσσα τοι ἐν μεγάροισιν
Ἀρήϊα τεύχεα κεῖται
|
285
|
ἐς μυχὸν ὑψηλοῦ θαλάμου
καταθεῖναι ἀείρας
πάντα μάλ᾽· αὐτὰρ
μνηστῆρας μαλακοῖς ἐπέεσσι
παρφάσθαι, ὅτε κέν σε
μεταλλῶσιν ποθέοντες·
ἐκ καπνοῦ κατέθηκ᾽, ἐπεὶ
οὐκέτι τοῖσιν ἐώικει
οἷά ποτε Τροίηνδε κιὼν
κατέλειπεν Ὀδυσσεύς,
|
290
|
ἀλλὰ κατήικισται, ὅσσον
πυρὸς ἵκετ᾽ ἀϋτμή.
πρὸς δ᾽ ἔτι καὶ τόδε
μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
μή πως οἰνωθέντες, ἔριν
στήσαντες ἐν ὑμῖν,
ἀλλήλους τρώσητε
καταισχύνητέ τε δαῖτα
καὶ μνηστύν· αὐτὸς γὰρ
ἐφέλκεται ἄνδρα σίδηρος.
|
295
|
νῶϊν δ᾽ οἴοισιν δύο
φάσγανα καὶ δύο δοῦρε
καλλιπέειν καὶ δοιὰ
βοάγρια χερσὶν ἑλέσθαι,
ὡς ἂν ἐπιθύσαντες
ἑλοίμεθα· τοὺς δέ κ᾽ ἔπειτα
Παλλὰς Ἀθηναίη θέλξει καὶ
μητίετα Ζεύς.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽
ἐνὶ φρεσὶ βάλλεο σῆισιν·
|
300
|
εἰ ἐτεόν γ᾽ ἐμός ἐσσι καὶ
αἵματος ἡμετέροιο,
μή τις ἔπειτ᾽ Ὀδυσῆος
ἀκουσάτω ἔνδον ἐόντος,
μήτ᾽ οὖν Λαέρτης ἴστω τό
γε μήτε συβώτης
μήτε τις οἰκήων μήτ᾽ αὐτὴ
Πηνελόπεια,
ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε
γυναικῶν γνώομεν ἰθύν·
|
305
|
καί κέ τεο δμώων ἀνδρῶν
ἔτι πειρηθεῖμεν,
ἠμὲν ὅπου τις νῶϊ τίει
καὶ δείδιε θυμῶι,
ἠδ᾽ ὅτις οὐκ ἀλέγει, σὲ
δ᾽ ἀτιμᾶι τοῖον ἐόντα.
τὸν δ᾽ ἀπαμειβόμενος
προσεφώνεε φαίδιμος υἱός
ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν
καὶ ἔπειτά γ᾽, ὀΐω,
|
310
|
γνώσεαι· οὐ μὲν γάρ τι
χαλιφροσύναι γέ μ᾽ ἔχουσιν·
ἀλλ᾽ οὔ τοι τόδε κέρδος
ἐγὼν ἔσσεσθαι ὀΐω
ἡμῖν ἀμφοτέροισι· σὲ δὲ
φράζεσθαι ἄνωγα.
δηθὰ γὰρ αὔτως εἴσηι
ἑκάστου πειρητίζων,
ἔργα μετερχόμενος· τοὶ δ᾽
ἐν μεγάροισιν ἕκηλοι
|
315
|
χρήματα δαρδάπτουσιν
ὑπέρβιον οὐδ᾽ ἔπι φειδώ.
ἀλλ᾽ ἦ τοί σε γυναῖκας
ἐγὼ δεδάασθαι ἄνωγα,
αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ
αἳ νηλείτιδές εἰσιν·
ἀνδρῶν δ᾽ οὐκ ἂν ἐγώ γε
κατὰ σταθμοὺς ἐθέλοιμι
ἡμέας πειράζειν, ἀλλ᾽
ὕστερα ταῦτα πένεσθαι,
|
320
|
εἰ ἐτεόν γέ τι οἶσθα Διὸς
τέρας αἰγιόχοιο.
ὣς οἱ μὲν τοιαῦτα πρὸς
ἀλλήλους ἀγόρευον,
ἡ δ᾽ ἄρ᾽ ἔπειτ᾽ Ἰθάκηνδε
κατήγετο νηῦς εὐεργής,
ἣ φέρε Τηλέμαχον Πυλόθεν
καὶ πάντας ἑταίρους.
οἱ δ᾽ ὅτε δὴ λιμένος
πολυβενθέος ἐντὸς ἵκοντο,
|
325
|
νῆα μὲν οἵ γε μέλαιναν
ἐπ᾽ ἠπείροιο ἔρυσσαν,
τεύχεα δέ σφ᾽ ἀπένεικαν
ὑπέρθυμοι θεράποντες,
αὐτίκα δ᾽ ἐς Κλυτίοιο
φέρον περικαλλέα δῶρα.
αὐτὰρ κήρυκα πρόεσαν
δόμον εἰς Ὀδυσῆος,
ἀγγελίην ἐρέοντα
περίφρονι Πηνελοπείηι,
|
330
|
οὕνεκα Τηλέμαχος μὲν ἐπ᾽
ἀγροῦ, νῆα δ᾽ ἀνώγει
ἄστυδ᾽ ἀποπλείειν, ἵνα μὴ
δείσασ᾽ ἐνὶ θυμῶι
ἰφθίμη βασίλεια τέρεν
κατὰ δάκρυον εἴβοι
τὼ δὲ συναντήτην κῆρυξ
καὶ δῖος ὑφορβὸς
τῆς αὐτῆς ἕνεκ᾽ ἀγγελίης,
ἐρέοντε γυναικί.
|
335
|
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο
δόμον θείου βασιλῆος,
κῆρυξ μέν ῥα μέσηισι μετὰ
δμωιῆισιν ἔειπεν·
ἤδη τοι, βασίλεια, φίλος
πάϊς εἰλήλουθε.
Πηνελοπείηι δ᾽ εἶπε
συβώτης ἄγχι παραστὰς
πάνθ᾽ ὅσα οἱ φίλος υἱὸς
ἀνώγει μυθήσασθαι.
|
340
|
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν
ἐφημοσύνην ἀπέειπε,
βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας,
λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε.
μνηστῆρες δ᾽ ἀκάχοντο
κατήφησάν τ᾽ ἐνὶ θυμῶι,
ἐκ δ᾽ ἦλθον μεγάροιο
παρὲκ μέγα τειχίον αὐλῆς,
αὐτοῦ δὲ προπάροιθε
θυράων ἑδριόωντο.
|
345
|
τοῖσιν δ᾽ Εὐρύμαχος,
Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν·
ὦ φίλοι, ἦ μέγα ἔργον
ὑπερφιάλως τετέλεσται
Τηλεμάχωι ὁδὸς ἥδε· φάμεν
δέ οἱ οὐ τελέεσθαι.
ἀλλ᾽ ἄγε νῆα μέλαιναν
ἐρύσσομεν ἥ τις ἀρίστη,
ἐς δ᾽ ἐρέτας ἁλιῆας
ἀγείρομεν, οἵ κε τάχιστα
|
350
|
κείνοις ἀγγείλωσι θοῶς
οἶκόνδε νέεσθαι.
οὔ πω πᾶν εἴρηθ᾽, ὅτ᾽ ἄρ᾽
Ἀμφίνομος ἴδε νῆα,
στρεφθεὶς ἐκ χώρης,
λιμένος πολυβενθέος ἐντός,
ἱστία τε στέλλοντας
ἐρετμά τε χερσὶν ἔχοντας.
ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας
μετεφώνεεν οἷς ἑτάροισι·
|
355
|
μή τιν᾽ ἔτ᾽ ἀγγελίην
ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
ἤ τίς σφιν τόδ᾽ ἔειπε
θεῶν, ἢ εἴσιδον αὐτοὶ
νῆα παρερχομένην, τὴν δ᾽
οὐκ ἐδύναντο κιχῆναι.
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες
ἔβαν ἐπὶ θῖνα θαλάσσης,
αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽
ἠπείροιο ἔρυσσαν,
|
360
|
τεύχεα δέ σφ᾽ ἀπένεικαν
ὑπέρθυμοι θεράποντες.
αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον
ἀθρόοι, οὐδέ τιν᾽ ἄλλον
εἴων οὔτε νέων μεταΐζειν
οὔτε γερόντων.
τοῖσιν δ᾽ Ἀντίνοος
μετέφη, Εὐπείθεος υἱός·
ὢ πόποι, ὡς τόνδ᾽ ἄνδρα
θεοὶ κακότητος ἔλυσαν.
|
365
|
ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽
ἄκριας ἠνεμοέσσας
αἰὲν ἐπασσύτεροι· ἅμα δ᾽
ἠελίωι καταδύντι
οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽
ἄσαμεν, ἀλλ᾽ ἐνὶ πόντωι
νηῒ θοῆι πλείοντες
ἐμίμνομεν Ἠῶ δῖαν,
Τηλέμαχον λοχόωντες, ἵνα
φθίσωμεν ἑλόντες
|
370
|
αὐτόν· τὸν δ᾽ ἄρα τῆος
ἀπήγαγεν οἴκαδε δαίμων,
ἡμεῖς δ᾽ ἐνθάδε οἱ
φραζώμεθα λυγρὸν ὄλεθρον
Τηλεμάχωι, μηδ᾽ ἧμας
ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
τούτου γε ζώοντος
ἀνύσσεσθαι τάδε ἔργα.
αὐτὸς μὲν γὰρ ἐπιστήμων
βουλῆι τε νόωι τε,
|
375
|
λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽
ἡμῖν ἦρα φέρουσιν.
ἀλλ᾽ ἄγετε, πρὶν κεῖνον
ὁμηγυρίσασθαι Ἀχαιοὺς
εἰς ἀγορήν - οὐ γάρ τι
μεθησέμεναί μιν ὀΐω,
ἀλλ᾽ ἀπομηνίσει, ἐρέει δ᾽
ἐν πᾶσιν ἀναστὰς
οὕνεκά οἱ φόνον αἰπὺν
ἐράπτομεν οὐδ᾽ ἐκίχημεν·
|
380
|
οἱ δ᾽ οὐκ αἰνήσουσιν
ἀκούοντες κακὰ ἔργα·
μή τι κακὸν ῥέξωσι καὶ
ἡμέας ἐξελάσωσι
γαίης ἡμετέρης, ἄλλων δ᾽
ἀφικώμεθα δῆμον·
ἀλλὰ φθέωμεν ἑλόντες ἐπ᾽
ἀγροῦ νόσφι πόληος
ἢ ἐν ὁδῶι· βίοτον δ᾽
αὐτοὶ καὶ κτήματ᾽ ἔχωμεν,
|
385
|
δασσάμενοι κατὰ μοῖραν
ἐφ᾽ ἡμέας, οἰκία δ᾽ αὖτε
κείνου μητέρι δοῖμεν
ἔχειν ἠδ᾽ ὅστις ὀπυίοι.
εἰ δ᾽ ὑμῖν ὅδε μῦθος
ἀφανδάνει, ἀλλὰ βόλεσθε
αὐτόν τε ζώειν καὶ ἔχειν
πατρώϊα πάντα,
μή οἱ χρήματ᾽ ἔπειτα ἅλις
θυμηδέ᾽ ἔδωμεν
|
390
|
ἐνθάδ᾽ ἀγειρόμενοι, ἀλλ᾽
ἐκ μεγάροιο ἕκαστος
μνάσθω ἐέδνοισιν
διζήμενος· ἡ δέ κ᾽ ἔπειτα
γήμαιθ᾽ ὅς κε πλεῖστα
πόροι καὶ μόρσιμος ἔλθοι.
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα
πάντες ἀκὴν ἐγένοντο σιωπῆι.
τοῖσιν δ᾽ Ἀμφίνομος
ἀγορήσατο καὶ μετέειπε,
|
395
|
Νίσου φαίδιμος υἱός,
Ἀρητιάδαο ἄνακτος,
ὅς ῥ᾽ ἐκ Δουλιχίου
πολυπύρου, ποιήεντος,
ἡγεῖτο μνηστῆρσι, μάλιστα
δὲ Πηνελοπείηι
ἥνδανε μύθοισι· φρεσὶ γὰρ
κέχρητ᾽ ἀγαθῆισιν·
ὅ σφιν ἐϋφρονέων
ἀγορήσατο καὶ μετέειπεν·
|
400
|
ὦ φίλοι, οὐκ ἂν ἐγώ γε
κατακτείνειν ἐθέλοιμι
Τηλέμαχον· δεινὸν δὲ
γένος βασιλήϊόν ἐστιν
κτείνειν· ἀλλὰ πρῶτα θεῶν
εἰρώμεθα βουλάς.
εἰ μέν κ᾽ αἰνήσωσι Διὸς
μεγάλοιο θέμιστες,
αὐτός τε κτενέω τούς τ᾽
ἄλλους πάντας ἀνώξω·
|
405
|
εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί,
παύσασθαι ἄνωγα.
ὣς ἔφατ᾽ Ἀμφίνομος,
τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες
ἔβαν δόμον εἰς Ὀδυσῆος,
ἐλθόντες δὲ καθῖζον ἐπὶ
ξεστοῖσι θρόνοισιν.
ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε
περίφρων Πηνελόπεια,
|
410
|
μνηστήρεσσι φανῆναι
ὑπέρβιον ὕβριν ἔχουσι.
πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ
μεγάροισιν ὄλεθρον·
κῆρυξ γὰρ οἱ ἔειπε Μέδων,
ὃς ἐπεύθετο βουλάς.
βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν
ἀμφιπόλοισι γυναιξίν.
ἀλλ᾽ ὅτε δὴ μνηστῆρας
ἀφίκετο δῖα γυναικῶν,
|
415
|
στῆ ῥα παρὰ σταθμὸν
τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη
λιπαρὰ κρήδεμνα,
Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος
τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
Ἀντίνο᾽, ὕβριν ἔχων,
κακομήχανε, καὶ δέ σέ φασιν
ἐν δήμωι Ἰθάκης μεθ᾽
ὁμήλικας ἔμμεν ἄριστον
|
420
|
βουλῆι καὶ μύθοισι· σὺ δ᾽
οὐκ ἄρα τοῖος ἔησθα.
μάργε, τίη δὲ σὺ
Τηλεμάχωι θάνατόν τε μόρον τε
ῥάπτεις, οὐδ᾽ ἱκέτας
ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
μάρτυρος; οὐδ᾽ ὁσίη κακὰ
ῥάπτειν ἀλλήλοισιν.
ἦ οὐκ οἶσθ᾽ ὅτε δεῦρο
πατὴρ τεὸς ἵκετο φεύγων,
|
425
|
δῆμον ὑποδείσας; δὴ γὰρ
κεχολώατο λίην,
οὕνεκα ληϊστῆρσιν
ἐπισπόμενος Ταφίοισιν
ἤκαχε Θεσπρωτούς· οἱ δ᾽
ἡμῖν ἄρθμιοι ἦσαν·
τόν ῥ᾽ ἔθελον φθῖσαι καὶ
ἀπορραῖσαι φίλον ἦτορ
ἠδὲ κατὰ ζωὴν φαγέειν
μενοεικέα πολλήν·
|
430
|
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ
ἔσχεθεν ἱεμένους περ.
τοῦ νῦν οἶκον ἄτιμον
ἔδεις, μνάαι δὲ γυναῖκα
παῖδά τ᾽ ἀποκτείνεις, ἐμὲ
δὲ μεγάλως ἀκαχίζεις·
ἀλλά σε παύσασθαι κέλομαι
καὶ ἀνωγέμεν ἄλλους.
τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος,
Πολύβου πάϊς, ἀντίον ηὔδα·
|
435
|
κούρη Ἰκαρίοιο, περίφρον
Πηνελόπεια,
θάρσει· μή τοι ταῦτα μετὰ
φρεσὶ σῆισι μελόντων.
οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ οὐδ᾽
ἔσσεται οὐδὲ γένηται,
ὅς κεν Τηλεμάχωι σῶι υἱέϊ
χεῖρας ἐποίσει
ζώοντός γ᾽ ἐμέθεν καὶ ἐπὶ
χθονὶ δερκομένοιο.
|
440
|
ὧδε γὰρ ἐξερέω, καὶ μὴν
τετελεσμένον ἔσται·
αἶψά οἱ αἷμα κελαινὸν
ἐρωήσει περὶ δουρὶ
ἡμετέρωι, ἐπεὶ ἦ καὶ ἐμὲ
πτολίπορθος Ὀδυσσεὺς
πολλάκι γούνασιν οἷσιν
ἐφεσσάμενος κρέας ὀπτὸν
ἐν χείρεσσιν ἔθηκεν,
ἐπέσχε τε οἶνον ἐρυθρόν.
|
445
|
τῶι μοι Τηλέμαχος πάντων
πολὺ φίλτατός ἐστιν
ἀνδρῶν, οὐδέ τί μιν
θάνατον τρομέεσθαι ἄνωγα
ἔκ γε μνηστήρων· θεόθεν
δ᾽ οὐκ ἔστ᾽ ἀλέασθαι.
ὣς φάτο θαρσύνων, τῶι δ᾽
ἤρτυεν αὐτὸς ὄλεθρον.
ἡ μὲν ἄρ᾽ εἰσαναβᾶσ᾽
ὑπερώϊα σιγαλόεντα
|
450
|
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα,
φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε
γλαυκῶπις Ἀθήνη.
ἑσπέριος δ᾽ Ὀδυσῆϊ καὶ
υἱέϊ δῖος ὑφορβὸς
ἤλυθεν· οἱ δ᾽ ἄρα δόρπον
ἐπισταδὸν ὡπλίζοντο,
σῦν ἱερεύσαντες
ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
|
455
|
ἄγχι παρισταμένη,
Λαερτιάδην Ὀδυσῆα
ῥάβδωι πεπληγυῖα πάλιν
ποίησε γέροντα,
λυγρὰ δὲ εἵματα ἕσσε περὶ
χροΐ, μή ἑ συβώτης
γνοίη ἐσάντα ἰδὼν καὶ
ἐχέφρονι Πηνελοπείηι
ἔλθοι ἀπαγγέλλων μηδὲ
φρεσὶν εἰρύσσαιτο.
|
460
|
τὸν καὶ Τηλέμαχος
πρότερος πρὸς μῦθον ἔειπεν·
ἦλθες, δῖ᾽ Εὔμαιε. τί δὴ
κλέος ἔστ᾽ ἀνὰ ἄστυ;
ἦ ῥ᾽ ἤδη μνηστῆρες
ἀγήνορες ἔνδον ἔασιν
ἐκ λόχου, ἦ ἔτι μ᾽ αὖτ᾽
εἰρύαται οἴκαδ᾽ ἰόντα;
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφης, Εὔμαιε συβῶτα·
|
465
|
οὐκ ἔμελέν μοι ταῦτα
μεταλλῆσαι καὶ ἐρέσθαι
ἄστυ καταβλώσκοντα·
τάχιστά με θυμὸς ἀνώγει
ἀγγελίην εἰπόντα πάλιν
δεῦρ᾽ ἀπονέεσθαι.
ὡμήρησε δέ μοι παρ᾽
ἑταίρων ἄγγελος ὠκύς,
κῆρυξ, ὃς δὴ πρῶτος ἔπος
σῆι μητρὶ ἔειπεν.
|
470
|
ἄλλο δέ τοι τό γε οἶδα·
τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
ἤδη ὑπὲρ πόλιος, ὅθι θ᾽
Ἕρμαιος λόφος ἐστίν,
ἦα κιών, ὅτε νῆα θοὴν
ἰδόμην κατιοῦσαν
ἐς λιμέν᾽ ἡμέτερον·
πολλοὶ δ᾽ ἔσαν ἄνδρες ἐν αὐτῆι,
βεβρίθει δὲ σάκεσσι καὶ
ἔγχεσιν ἀμφιγύοισι·
|
475
|
καὶ σφέας ὠΐσθην τοὺς
ἔμμεναι, οὐδέ τι οἶδα.
ὣς φάτο, μείδησεν δ᾽ ἱερὴ
ἲς Τηλεμάχοιο
ἐς πατέρ᾽ ὀφθαλμοῖσιν
ἰδών, ἀλέεινε δ᾽ ὑφορβόν.
οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο
πόνου τετύκοντό τε δαῖτα,
δαίνυντ᾽, οὐδέ τι θυμὸς
ἐδεύετο δαιτὸς ἐΐσης.
|
480
|
αὐτὰρ ἐπεὶ πόσιος καὶ
ἐδητύος ἐξ ἔρον ἕντο,
κοίτου τε μνήσαντο καὶ
ὕπνου δῶρον ἕλοντο.
|