Chant XIII

Remonter

   

Ὀ δ υ σ σ ε ί α ς   ν

Ὀδυσσέως ἀπόπλοος παρὰ

Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην.

  
 

ς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι,

κηληθμῶι δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.

τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·

 

ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,

5

ὑψερεφές, τῶι σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐω

ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.

ὑμέων δ᾽ ἀνδρὶ ἑκάστωι ἐφιέμενος τάδε εἴρω,

ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον

αἰεὶ πίνετ᾽ ἐμοῖσιν, ἀκουάζεσθε δ᾽ ἀοιδοῦ.

10

εἵματα μὲν δὴ ξείνωι ἐϋξέστηι ἐνὶ χηλῶι

κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα

δῶρ᾽, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν·

ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα

ἀνδρακάς· ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον

15

τισόμεθ᾽· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.

 

ὣς ἔφατ᾽ Ἀλκίνοος, τοῖσιν δ᾽ ἐπιὴνδανε μῦθος.

οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

νῆάδ᾽ ἐπεσσεύοντο, φέρον δ᾽ εὐήνορα χαλκόν.

20

καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,

αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν᾽ ἑταίρων

βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς.

οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.

 

τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο

25

Ζηνὶ κελαινεφέϊ Κρονίδηι, ὃς πᾶσιν ἀνάσσει.

μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτα

τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,

Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς

πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,

30

δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.

ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται, ὧι τε πανῆμαρ

νειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·

ἀσπασίως δ᾽ ἄρα τῶι κατέδυ φάος ἠελίοιο

δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ᾽ ἰόντι·

35

ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.

αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,

Ἀλκινόωι δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·

 

Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ᾽ αὐτοί·

40

ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,

πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες

ὄλβια ποιήσειαν· ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν

νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.

ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας

45

κουριδίας καὶ τέκνα· θεοὶ δ᾽ ἀρετὴν ὀπάσειαν

παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπήινεον ἠδ᾽ ἐκέλευον

πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.

καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·

50

Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον

πᾶσιν ἀνὰ μέγαρον, ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ

τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.

 

ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν

55

ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,

Ἀρήτηι δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας

60

ἔλθηι καὶ θάνατος, τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.

αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῶιδ᾽ ἐνὶ οἴκωι

παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόωι βασιλῆϊ.

 

ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,

τῶι δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,

65

ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·

Ἀρήτη δ᾽ ἄρα οἱ δμωιὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,

τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,

τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν·

ἡ δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.

 

70

αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῆι πομπῆες ἀγαυοὶ

δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·

κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε

νηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,

75

πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο

σιγῆι· τοὶ δὲ καθῖζον ἐπὶ κληῖσιν ἕκαστοι

κόσμωι, πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.

εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῶι,

καὶ τῶι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,

80

νήγρετος, ἥδιστος, θανάτωι ἄγχιστα ἐοικώς.

ἡ δ᾽, ὥς τ᾽ ἐν πεδίωι τετράοροι ἄρσενες ἵπποι,

πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῆισιν ἱμάσθλης,

ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,

ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ᾽ ὄπισθε

85

πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.

ἡ δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ

κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.

ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,

ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα·

90

ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸν

ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,

δὴ τότε γ᾽ ἀτρέμας εὗδε, λελασμένος ὅσσ᾽ ἐπεπόνθει.

 

εὖτ᾽ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα

ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,

95

τῆμος δὴ νήσωι προσεπίλνατο ποντοπόρος νηῦς.

 

Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,

ἐν δήμωι Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῶι

ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,

αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα

100

ἔκτοθεν· ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσι

νῆες ἐΰσσελμοι, ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.

αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,

ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,

ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.

105

ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν

λάϊνοι· ἔνθα δ᾽ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.

ἐν δ᾽ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι

φάρε᾽ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·

ἐν δ᾽ ὕδατ᾽ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,

110

αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,

αἱ δ᾽ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνηι

ἄνδρες ἐσέρχονται, ἀλλ᾽ ἀθανάτων ὁδός ἐστιν.

 

ἔνθ᾽ οἵ γ᾽ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα

ἠπείρωι ἐπέκελσεν, ὅσον τ᾽ ἐπὶ ἥμισυ πάσης,

115

σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσ᾽ ἐρετάων·

οἱ δ᾽ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε

πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν

αὐτῶι σύν τε λίνωι καὶ ῥήγεϊ σιγαλόεντι,

κὰδ δ᾽ ἄρ᾽ ἐπὶ ψαμάθωι ἔθεσαν δεδμημένον ὕπνωι,

120

ἐκ δὲ κτήματ᾽ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ

ὤπασαν οἴκαδ᾽ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.

καὶ τὰ μὲν οὖν παρὰ πυθμέν᾽ ἐλαίης ἀθρόα θῆκαν

ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,

πρίν γ᾽ Ὀδυσῆ᾽ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·

125

αὐτοὶ δ᾽ αὖτ᾽ οἶκόνδε πάλιν κίον. οὐδ᾽ ἐνοσίχθων

λήθετ᾽ ἀπειλάων, τὰς ἀντιθέωι Ὀδυσῆϊ

πρῶτον ἐπηπείλησε, Διὸς δ᾽ ἐξείρετο βουλήν·

 

Ζεῦ πάτερ, οὐκέτ᾽ ἐγώ γε μετ᾽ ἀθανάτοισι θεοῖσι

τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,

130

Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.

καὶ γὰρ νῦν Ὀδυσῆ᾽ ἐφάμην κακὰ πολλὰ παθόντα

οἴκαδ᾽ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτ᾽ ἀπηύρων

πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.

οἱ δ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῆι ἐπὶ πόντον ἄγοντες

135

κάτθεσαν εἰν Ἰθάκηι, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,

χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν,

πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,

εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·

140

ὢ πόποι, ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες.

οὔ τί σ᾽ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη

πρεσβύτατον καὶ ἄριστον ἀτιμίηισιν ἰάλλειν.

ἀνδρῶν δ᾽ εἴ πέρ τίς σε βίηι καὶ κάρτεϊ εἴκων

οὔ τι τίει. σοὶ δ᾽ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.

145

ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῶι.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων·

αἶψά κ᾽ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·

ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ᾽ ἀλεείνω.

νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,

150

ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντωι

ῥαῖσαι, ἵν᾽ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς

ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.

 

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

ὢ πέπον, ὡς μὲν ἐμῶι θυμῶι δοκεῖ εἶναι ἄριστα,

155

ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται

λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης

νηῒ θοῆι ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες

ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.

 

αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,

160

βῆ ῥ᾽ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.

ἔνθ᾽ ἔμεν᾽· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς

ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθ᾽ ἐνοσίχθων,

ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε

χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.

165

οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον

Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

 

ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ᾽ ἐνὶ πόντωι

οἴκαδ᾽ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.

 

170

ὣς ἄρα τις εἴπεσκε· τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.

τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·

 

ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει

πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι

ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.

175

φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,

ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντωι

ῥαισέμεναι, μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.

ὣς ἀγόρευ᾽ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·

180

πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται

ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους

δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσηι,

μηδ᾽ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψηι.

 

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.

185

ὣς οἱ μέν ῥ᾽ εὔχοντο Ποσειδάωνι ἄνακτι

δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

ἑσταότες περὶ βωμόν. ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεὺς

εὕδων ἐν γαίηι πατρωΐηι, οὐδέ μιν ἔγνω,

ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε

190

Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν

ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,

μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,

πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.

τοὔνεκ᾽ ἄρ᾽ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,

195

ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι

πέτραι τ᾽ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.

στῆ δ᾽ ἄρ᾽ ἀναΐξας καί ῥ᾽ εἴσιδε πατρίδα γαῖαν·

ὤιμωξέν τ᾽ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ

χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα·

 

200

ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;

ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,

ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;

πῆι δὴ χρήματα πολλὰ φέρω τάδε; πῆι τε καὶ αὐτὸς

πλάζομαι; αἴθ᾽ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν

205

αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων

ἐξικόμην, ὅς κέν μ᾽ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.

νῦν δ᾽ οὔτ᾽ ἄρ πηι θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ

καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.

ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι

210

ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μ᾽ ἔφαντο

ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ᾽ ἐτέλεσσαν.

Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους

ἀνθρώπους ἐφορᾶι καὶ τίνυται ὅς τις ἁμάρτηι.

215

ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,

μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.

 

ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας

ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.

τῶν μὲν ἄρ᾽ τι πόθει· ὁ δ᾽ ὀδύρετο πατρίδα γαῖαν

220

ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,

πόλλ᾽ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,

ἀνδρὶ δέμας εἰκυῖα νέωι, ἐπιβώτορι μήλων,

παναπάλωι, οἷοί τε ἀνάκτων παῖδες ἔασι,

δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην·

225

ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε, χερσὶ δ᾽ ἄκοντα.

τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

ὦ φίλ᾽, ἐπεί σε πρῶτα κιχάνω τῶιδ᾽ ἐνὶ χώρωι,

χαῖρέ τε καὶ μή μοί τι κακῶι νόωι ἀντιβολήσαις,

230

ἀλλὰ σάω μὲν ταῦτα, σάω δ᾽ ἐμέ· σοὶ γὰρ ἐγώ γε

εὔχομαι ὥς τε θεῶι καί σευ φίλα γούναθ᾽ ἱκάνω.

καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ·

τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;

ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ

235

κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;

 

τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

νήπιός εἰς, ὦ ξεῖν᾽, ἢ τηλόθεν εἰλήλουθας,

εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην

οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,

240

ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,

ἠδ᾽ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.

ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,

οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ᾽ εὐρεῖα τέτυκται.

ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος

245

γίγνεται· αἰεὶ δ᾽ ὄμβρος ἔχει τεθαλυῖά τ᾽ ἐέρση·

αἰγίβοτος δ᾽ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη

παντοίη, ἐν δ᾽ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.

τῶι τοι, ξεῖν᾽, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ᾽ ἵκει,

τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.

 

250

ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,

χαίρων ἧι γαίηι πατρωΐηι, ὥς οἱ ἔειπε

Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

οὐδ᾽ ὅ γ᾽ ἀληθέα εἶπε, πάλιν δ᾽ ὅ γε λάζετο μῦθον,

255

αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·

 

πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτηι εὐρείηι,

τηλοῦ ὑπὲρ πόντου· νῦν δ᾽ εἰλήλουθα καὶ αὐτὸς

χρήμασι σὺν τοίσδεσσι· λιπὼν δ᾽ ἔτι παισὶ τοσαῦτα

φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,

260

Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτηι εὐρείηι

ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,

οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης

Τρωϊάδος, τῆς εἵνεκ᾽ ἐγὼ πάθον ἄλγεα θυμῶι,

ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,

265

οὕνεκ᾽ ἄρ᾽ οὐχ ὧι πατρὶ χαριζόμενος θεράπευον

δήμωι ἔνι Τρώων, ἀλλ᾽ ἄλλων ἦρχον ἑταίρων.

τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ

ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρωι·

νὺξ δὲ μάλα δνοφερὴ κάτεχ᾽ οὐρανόν, οὐδέ τις ἡμέας

270

ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.

αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῶι,

αὐτίκ᾽ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς

ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·

τούς μ᾽ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι

275

ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.

ἀλλ᾽ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο

πόλλ᾽ ἀεκαζομένους, οὐδ᾽ ἤθελον ἐξαπατῆσαι.

κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.

σπουδῆι δ᾽ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν

280

δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,

ἀλλ᾽ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.

ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

οἱ δὲ χρήματ᾽ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες

κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.

285

οἱ δ᾽ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες

ὤιχοντ᾽· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.

 

ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,

χειρί τέ μιν κατέρεξε· δέμας δ᾽ ἤϊκτο γυναικὶ

καλῆι τε μεγάληι τε καὶ ἀγλαὰ ἔργα ἰδυίηι·

290

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

 

κερδαλέος κ᾽ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι

ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.

σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ᾽, οὐκ ἄρ᾽ ἔμελλες,

οὐδ᾽ ἐν σῆι περ ἐὼν γαίηι, λήξειν ἀπατάων

295

μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.

ἀλλ᾽ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω

κέρδε᾽, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντων

βουλῆι καὶ μύθοισιν, ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσι

μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γ᾽ ἔγνως

300

Παλλάδ᾽ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ

ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,

καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,

νῦν αὖ δεῦρ᾽ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω

χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ

305

ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῆι βουλῆι τε νόωι τε,

εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι

κήδε᾽ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκηι,

μηδέ τωι ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,

πάντων, οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῆι

310

πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ἀργαλέον σε, θεά, γνῶναι βροτῶι ἀντιάσαντι,

καὶ μάλ᾽ ἐπισταμένωι· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.

τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽, ὅτι μοι πάρος ἠπίη ἦσθα,

315

ἧος ἐνὶ Τροίηι πολεμίζομεν υἷες Ἀχαιῶν.

αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,

βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,

οὔ σέ γ᾽ ἔπειτα ἴδον, κούρη Διός, οὐδ᾽ ἐνόησα

νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.

320

ἀλλ᾽ αἰεὶ φρεσὶν ἧισιν ἔχων δεδαϊγμένον ἦτορ

ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·

πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμωι

θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.

νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι - οὐ γὰρ ὀΐω

325

ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν᾽ ἄλλην

γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω

ταῦτ᾽ ἀγορευέμεναι, ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσηις -

εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·

330

αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·

τῶι σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,

οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.

ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν

ἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε·

335

σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,

πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως

ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ

φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσηι.

αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον, ἀλλ᾽ ἐνὶ θυμῶι

340

ἤιδε᾽, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·

ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι

πατροκασιγνήτωι, ὅς τοι κότον ἔνθετο θυμῶι,

χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.

ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθηις.

345

Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,

ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·

ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,

ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·

τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς

350

ἔρδεσκες νύμφηισι τεληέσσας ἑκατόμβας·

τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕληι.

 

ὣς εἰποῦσα θεὰ σκέδασ᾽ ἠέρα, εἴσατο δὲ χθών·

γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,

χαίρων ἧι γαίηι, κύσε δὲ ζείδωρον ἄρουραν.

355

αὐτίκα δὲ νύμφηις ἠρήσατο, χεῖρας ἀνασχών·

 

νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ᾽ ἐγώ γε

ὄψεσθ᾽ ὔμμ᾽ ἐφάμην· νῦν δ᾽ εὐχωλῆις ἀγανῆισι

χαίρετ᾽· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,

αἴ κεν ἐᾶι πρόφρων με Διὸς θυγάτηρ ἀγελείη

360

αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξηι.

 

τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·

θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῆισι μελόντων.

ἀλλὰ χρήματα μὲν μυχῶι ἄντρου θεσπεσίοιο

θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνηι·

365

αὐτοὶ δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.

 

ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,

μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς

ἆσσον πάντ᾽ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν

εἵματά τ᾽ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.

370

καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ᾽ ἐπέθηκε θύρηισι

Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.

τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν᾽ ἐλαίης

φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.

τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·

 

375

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,

οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,

μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·

ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν

380

πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστωι,

ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾶι.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο

φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,

385

εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.

ἀλλ᾽ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·

πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,

οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.

αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,

390

καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην

σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ᾽ ἐπαρήγοις.

 

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·

καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,

ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τιν᾽ ὀΐω

395

αἵματί τ᾽ ἐγκεφάλωι τε παλαξέμεν ἄσπετον οὖδας

ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·

κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,

ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος

400

ἕσσω ὅ κε στυγέηισιν ἰδὼν ἄνθρωπον ἔχοντα,

κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,

ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήηις

σῆι τ᾽ ἀλόχωι καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.

αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,

405

ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,

παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.

δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται

πὰρ Κόρακος πέτρηι ἐπί τε κρήνηι Ἀρεθούσηι,

ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ

410

πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.

ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,

ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα

Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·

ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον

415

ὤιχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ᾽ εἴης.

 

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

τίπτε τ᾽ ἄρ᾽ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;

ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχηι

πόντον ἐπ᾽ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;

420

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·

μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.

αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο

κεῖσ᾽ ἐλθών· ἀτὰρ οὔ τιν᾽ ἔχει πόνον, ἀλλὰ ἕκηλος

ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ᾽ ἄσπετα κεῖται.

425

ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνηι,

ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·

ἀλλὰ τά γ᾽ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει

ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

 

ὣς ἄρα μιν φαμένη ῥάβδωι ἐπεμάσσατ᾽ Ἀθήνη.

430

κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,

ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα

πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,

κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ᾽ ἐόντε·

ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,

435

ῥωγαλέα ῥυπόωντα, κακῶι μεμορυγμένα καπνῶι·

ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ᾽ ἐλάφοιο,

ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,

πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.

 

τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα

440

ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ᾽ Ὀδυσῆος.