Ὀ δ υ σ σ ε ί α ς μ
Σειρῆνες. Σκύλλα.
Χάρυβδις. Βόες Ἡλίου.
|
|
|
Αὐτὰρ
ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
νηῦς, ἀπὸ δ᾽ ἵκετο κῦμα
θαλάσσης εὐρυπόροιο
νῆσόν τ᾽ Αἰαίην, ὅθι τ᾽
Ἠοῦς ἠριγενείης
οἰκία καὶ χοροί εἰσι καὶ
ἀντολαὶ Ἠελίοιο,
|
5 |
νῆα μὲν ἔνθ᾽ ἐλθόντες
ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ
ῥηγμῖνι θαλάσσης·
ἔνθα δ᾽ ἀποβρίξαντες
ἐμείναμεν Ἠῶ δῖαν.
ἦμος δ᾽ ἠριγένεια φάνη
ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν
ἐς δώματα Κίρκης
|
10
|
οἰσέμεναι νεκρόν,
Ἐλπήνορα τεθνηῶτα.
φιτροὺς δ᾽ αἶψα ταμόντες,
ὅθ᾽ ἀκροτάτη πρόεχ᾽ ἀκτή,
θάπτομεν ἀχνύμενοι
θαλερὸν κατὰ δάκρυ χέοντες.
αὐτὰρ ἐπεὶ νεκρός τ᾽ ἐκάη
καὶ τεύχεα νεκροῦ,
τύμβον χεύαντες καὶ ἐπὶ
στήλην ἐρύσαντες
|
15
|
πήξαμεν ἀκροτάτωι τύμβωι
ἐυῆρες ἐρετμόν.
ἡμεῖς μὲν τὰ ἕκαστα
διείπομεν· οὐδ᾽ ἄρα Κίρκην
ἐξ Ἀίδεω ἐλθόντες
ἐλήθομεν, ἀλλὰ μάλ᾽ ὦκα
ἦλθ᾽ ἐντυναμένη· ἅμα δ᾽
ἀμφίπολοι φέρον αὐτῆι
σῖτον καὶ κρέα πολλὰ καὶ
αἴθοπα οἶνον ἐρυθρόν.
|
20
|
ἡ δ᾽ ἐν μέσσωι στᾶσα
μετηύδα δῖα θεάων·
σχέτλιοι, οἳ ζώοντες
ὑπήλθετε δῶμ᾽ Ἀίδαο,
δισθανέες, ὅτε τ᾽ ἄλλοι
ἅπαξ θνήισκουσ᾽ ἄνθρωποι.
ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην
καὶ πίνετε οἶνον
αὖθι πανημέριοι· ἅμα δ᾽
ἠοῖ φαινομένηφι
|
25
|
πλεύσεσθ᾽· αὐτὰρ ἐγὼ
δείξω ὁδὸν ἠδὲ ἕκαστα
σημανέω, ἵνα μή τι
κακορραφίηι ἀλεγεινῆι
ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε
πῆμα παθόντες.
ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽
ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἦμαρ
ἐς ἠέλιον καταδύντα
|
30
|
ἥμεθα δαινύμενοι κρέα τ᾽
ἄσπετα καὶ μέθυ ἡδύ·
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ
ἐπὶ κνέφας ἦλθεν,
οἱ μὲν κοιμήσαντο παρὰ
πρυμνήσια νηός,
ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα
φίλων ἀπονόσφιν ἑταίρων
εἷσέ τε καὶ προσέλεκτο
καὶ ἐξερέεινεν ἕκαστα·
|
35
|
αὐτὰρ ἐγὼ τῆι πάντα κατὰ
μοῖραν κατέλεξα.
καὶ τότε δή μ᾽ ἐπέεσσι
προσηύδα πότνια Κίρκη·
ταῦτα μὲν οὕτω πάντα
πεπείρανται, σὺ δ᾽ ἄκουσον,
ὥς τοι ἐγὼν ἐρέω, μνήσει
δέ σε καὶ θεὸς αὐτός.
Σειρῆνας μὲν πρῶτον
ἀφίξεαι, αἵ ῥά τε πάντας
|
40
|
ἀνθρώπους θέλγουσιν, ὅτις
σφεας εἰσαφίκηται.
ὅς τις ἀιδρείηι πελάσηι
καὶ φθόγγον ἀκούσηι
Σειρήνων, τῶι δ᾽ οὔ τι
γυνὴ καὶ νήπια τέκνα
οἴκαδε νοστήσαντι
παρίσταται οὐδὲ γάνυνται,
ἀλλά τε Σειρῆνες λιγυρῆι
θέλγουσιν ἀοιδῆι
|
45
|
ἥμεναι ἐν λειμῶνι, πολὺς
δ᾽ ἀμφ᾽ ὀστεόφιν θὶς
ἀνδρῶν πυθομένων, περὶ δὲ
ῥινοὶ μινύθουσι.
ἀλλὰ παρεξελάαν, ἐπὶ δ᾽
οὔατ᾽ ἀλεῖψαι ἑταίρων
κηρὸν δεψήσας μελιηδέα,
μή τις ἀκούσηι
τῶν ἄλλων· ἀτὰρ αὐτὸς
ἀκουέμεν αἴ κ᾽ ἐθέληισθα,
|
50
|
δησάντων σ᾽ ἐν νηὶ θοῆι
χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδηι, ἐκ δ᾽
αὐτοῦ πείρατ᾽ ἀνήφθω,
ὄφρα κε τερπόμενος ὄπ᾽
ἀκούσηις Σειρήνοιιν.
εἰ δέ κε λίσσηαι ἑτάρους
λῦσαί τε κελεύηις,
οἱ δέ σ᾽ ἔτι πλεόνεσσι
τότ᾽ ἐν δεσμοῖσι διδέντων.
|
55
|
αὐτὰρ ἐπὴν δὴ τάς γε
παρὲξ ἐλάσωσιν ἑταῖροι,
ἔνθα τοι οὐκέτ᾽ ἔπειτα
διηνεκέως ἀγορεύσω,
ὁπποτέρη δή τοι ὁδὸς
ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
θυμῶι βουλεύειν· ἐρέω δέ
τοι ἀμφοτέρωθεν.
ἔνθεν μὲν γὰρ πέτραι
ἐπηρεφέες, προτὶ δ᾽ αὐτὰς
|
60
|
κῦμα μέγα ῥοχθεῖ
κυανώπιδος Ἀμφιτρίτης·
Πλαγκτὰς δή τοι τάς γε
θεοὶ μάκαρες καλέουσι.
τῆι μέν τ᾽ οὐδὲ ποτητὰ
παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες, ταί τ᾽
ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
ἀλλά τε καὶ τῶν αἰὲν
ἀφαιρεῖται λὶς πέτρη·
|
65
|
ἀλλ᾽ ἄλλην ἐνίησι πατὴρ
ἐναρίθμιον εἶναι.
τῆι δ᾽ οὔ πώ τις νηῦς
φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
ἀλλά θ᾽ ὁμοῦ πίνακάς τε
νεῶν καὶ σώματα φωτῶν
κύμαθ᾽ ἁλὸς φορέουσι
πυρός τ᾽ ὀλοοῖο θύελλαι.
οἴη δὴ κείνη γε παρέπλω
ποντοπόρος νηῦς,
|
70
|
Ἀργὼ πᾶσι μέλουσα, παρ᾽
Αἰήταο πλέουσα.
καὶ νύ κε τὴν ἔνθ᾽ ὦκα
βάλεν μεγάλας ποτὶ πέτρας,
ἀλλ᾽ Ἥρη παρέπεμψεν, ἐπεὶ
φίλος ἦεν Ἰήσων.
οἱ δὲ δύω σκόπελοι ὁ μὲν
οὐρανὸν εὐρὺν ἱκάνει
ὀξείηι κορυφῆι, νεφέλη δέ
μιν ἀμφιβέβηκε
|
75
|
κυανέη· τὸ μὲν οὔ ποτ᾽
ἐρωεῖ, οὐδέ ποτ᾽ αἴθρη
κείνου ἔχει κορυφὴν οὔτ᾽
ἐν θέρει οὔτ᾽ ἐν ὀπώρηι.
οὐδέ κεν ἀμβαίη βροτὸς
ἀνὴρ οὐδ᾽ ἐπιβαίη,
οὐδ᾽ εἴ οἱ χεῖρές τε
ἐείκοσι καὶ πόδες εἶεν·
πέτρη γὰρ λίς ἐστι,
περιξεστῆι ἐικυῖα.
|
80
|
μέσσωι δ᾽ ἐν σκοπέλωι
ἔστι σπέος ἠεροειδές,
πρὸς ζόφον εἰς Ἔρεβος
τετραμμένον, ἧι περ ἂν ὑμεῖς
νῆα παρὰ γλαφυρὴν
ἰθύνετε, φαίδιμ᾽ Ὀδυσσεῦ.
οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς
αἰζήιος ἀνὴρ
τόξωι ὀιστεύσας κοῖλον
σπέος εἰσαφίκοιτο.
|
85
|
ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει
δεινὸν λελακυῖα.
τῆς ἦ τοι φωνὴ μὲν ὅση
σκύλακος νεογιλῆς
γίγνεται, αὐτὴ δ᾽ αὖτε
πέλωρ κακόν· οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών, οὐδ᾽ εἰ
θεὸς ἀντιάσειεν.
τῆς ἦ τοι πόδες εἰσὶ
δυώδεκα πάντες ἄωροι,
|
90
|
ἓξ δέ τέ οἱ δειραὶ
περιμήκεες, ἐν δὲ ἑκάστηι
σμερδαλέη κεφαλή, ἐν δὲ
τρίστοιχοι ὀδόντες
πυκνοὶ καὶ θαμέες, πλεῖοι
μέλανος θανάτοιο.
μέσση μέν τε κατὰ σπείους
κοίλοιο δέδυκεν,
ἔξω δ᾽ ἐξίσχει κεφαλὰς
δεινοῖο βερέθρου,
|
95
|
αὐτοῦ δ᾽ ἰχθυάαι,
σκόπελον περιμαιμώωσα,
δελφῖνάς τε κύνας τε, καὶ
εἴ ποθι μεῖζον ἕληισι
κῆτος, ἃ μυρία βόσκει
ἀγάστονος Ἀμφιτρίτη.
τῆι δ᾽ οὔ πώ ποτε ναῦται
ἀκήριοι εὐχετόωνται
παρφυγέειν σὺν νηί· φέρει
δέ τε κρατὶ ἑκάστωι
|
100
|
φῶτ᾽ ἐξαρπάξασα νεὸς
κυανοπρώιροιο.
τὸν δ᾽ ἕτερον σκόπελον
χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
πλησίον ἀλλήλων· καί κεν
διοϊστεύσειας.
τῶι δ᾽ ἐν ἐρινεὸς ἔστι
μέγας, φύλλοισι τεθηλώς·
τῶι δ᾽ ὑπὸ δῖα Χάρυβδις
ἀναρροιβδεῖ μέλαν ὕδωρ.
|
105
|
τρὶς μὲν γάρ τ᾽ ἀνίησιν
ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖ
δεινόν· μὴ σύ γε κεῖθι
τύχοις, ὅτε ῥοιβδήσειεν·
οὐ γάρ κεν ῥύσαιτό σ᾽
ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.
ἀλλὰ μάλα Σκύλλης
σκοπέλωι πεπλημένος ὦκα
νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ
πολὺ φέρτερόν ἐστιν
|
110
|
ἓξ ἑτάρους ἐν νηὶ
ποθήμεναι ἢ ἅμα πάντας.
ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν
ἀμειβόμενος προσέειπον·
εἰ δ᾽ ἄγε δή μοι τοῦτο,
θεά, νημερτὲς ἐνίσπες,
εἴ πως τὴν ὀλοὴν μὲν
ὑπεκπροφύγοιμι Χάρυβδιν,
τὴν δέ κ᾽ ἀμυναίμην, ὅτε
μοι σίνοιτό γ᾽ ἑταίρους.
|
115
|
ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽
ἀμείβετο δῖα θεάων·
σχέτλιε, καὶ δὴ αὖ τοι
πολεμήια ἔργα μέμηλε
καὶ πόνος· οὐδὲ θεοῖσιν
ὑπείξεαι ἀθανάτοισιν;
ἡ δέ τοι οὐ θνητή, ἀλλ᾽
ἀθάνατον κακόν ἐστι,
δεινόν τ᾽ ἀργαλέον τε καὶ
ἄγριον οὐδὲ μαχητόν·
|
120
|
οὐδέ τις ἔστ᾽ ἀλκή·
φυγέειν κάρτιστον ἀπ᾽ αὐτῆς.
ἢν γὰρ δηθύνηισθα
κορυσσόμενος παρὰ πέτρηι,
δείδω, μή σ᾽ ἐξαῦτις
ἐφορμηθεῖσα κίχηισι
τόσσηισιν κεφαλῆισι,
τόσους δ᾽ ἐκ φῶτας ἕληται.
ἀλλὰ μάλα σφοδρῶς ἐλάαν,
βωστρεῖν δὲ Κράταιιν,
|
125
|
μητέρα τῆς Σκύλλης, ἥ μιν
τέκε πῆμα βροτοῖσιν·
ἥ μιν ἔπειτ᾽ ἀποπαύσει ἐς
ὕστερον ὁρμηθῆναι.
Θρινακίην δ᾽ ἐς νῆσον
ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
βόσκοντ᾽ Ἠελίοιο βόες καὶ
ἴφια μῆλα,
ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ᾽
οἰῶν πώεα καλά,
|
130
|
πεντήκοντα δ᾽ ἕκαστα.
γόνος δ᾽ οὐ γίγνεται αὐτῶν,
οὐδέ ποτε φθινύθουσι.
θεαὶ δ᾽ ἐπιποιμένες εἰσίν,
νύμφαι ἐυπλόκαμοι,
Φαέθουσά τε Λαμπετίη τε,
ἃς τέκεν Ἠελίωι Ὑπερίονι
δῖα Νέαιρα.
τὰς μὲν ἄρα θρέψασα
τεκοῦσά τε πότνια μήτηρ
|
135
|
Θρινακίην ἐς νῆσον
ἀπώικισε τηλόθι ναίειν,
μῆλα φυλασσέμεναι πατρώια
καὶ ἕλικας βοῦς.
τὰς εἰ μέν κ᾽ ἀσινέας
ἐάαις νόστου τε μέδηαι,
ἦ τ᾽ ἂν ἔτ᾽ εἰς Ἰθάκην
κακά περ πάσχοντες ἵκοισθε·
εἰ δέ κε σίνηαι, τότε τοι
τεκμαίρομ᾽ ὄλεθρον,
|
140
|
νηί τε καὶ ἑτάροις· αὐτὸς
δ᾽ εἴ πέρ κεν ἀλύξηις,
ὀψὲ κακῶς νεῖαι, ὀλέσας
ἄπο πάντας ἑταίρους.
ὣς ἔφατ᾽, αὐτίκα δὲ
χρυσόθρονος ἤλυθεν Ἠώς.
ἡ μὲν ἔπειτ᾽ ἀνὰ νῆσον
ἀπέστιχε δῖα θεάων·
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν
ὤτρυνον ἑταίρους
|
145
|
αὐτούς τ᾽ ἀμβαίνειν ἀνά
τε πρυμνήσια λῦσαι·
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ
ἐπὶ κληῖσι καθῖζον.
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν
ἅλα τύπτον ἐρετμοῖς.
ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς
κυανοπρώιροιο
ἴκμενον οὖρον ἵει
πλησίστιον, ἐσθλὸν ἑταῖρον,
|
150
|
Κίρκη ἐυπλόκαμος, δεινὴ
θεὸς αὐδήεσσα.
αὐτίκα δ᾽ ὅπλα ἕκαστα
πονησάμενοι κατὰ νῆα
ἥμεθα· τὴν δ᾽ ἄνεμός τε
κυβερνήτης τ᾽ ἴθυνε.
δὴ τότ᾽ ἐγὼν ἑτάροισι
μετηύδων ἀχνύμενος κῆρ·
ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα
ἴδμεναι οὐδὲ δύ᾽ οἴους
|
155
|
θέσφαθ᾽ ἅ μοι Κίρκη
μυθήσατο, δῖα θεάων·
ἀλλ᾽ ἐρέω μὲν ἐγών, ἵνα
εἰδότες ἤ κε θάνωμεν
ἤ κεν ἀλευάμενοι θάνατον
καὶ κῆρα φύγοιμεν.
Σειρήνων μὲν πρῶτον
ἀνώγει θεσπεσιάων
φθόγγον ἀλεύασθαι καὶ
λειμῶν᾽ ἀνθεμόεντα.
|
160
|
οἶον ἔμ᾽ ἠνώγει ὄπ᾽
ἀκουέμεν· ἀλλά με δεσμῶι
δήσατ᾽ ἐν ἀργαλέωι, ὄφρ᾽
ἔμπεδον αὐτόθι μίμνω,
ὀρθὸν ἐν ἱστοπέδηι, ἐκ δ᾽
αὐτοῦ πείρατ᾽ ἀνήφθω.
εἰ δέ κε λίσσωμαι ὑμέας
λῦσαί τε κελεύω,
ὑμεῖς δὲ πλεόνεσσι τότ᾽
ἐν δεσμοῖσι πιέζειν.
|
165
|
ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων
ἑτάροισι πίφαυσκον·
τόφρα δὲ καρπαλίμως
ἐξίκετο νηῦς ἐυεργὴς
νῆσον Σειρήνοιιν· ἔπειγε
γὰρ οὖρος ἀπήμων.
αὐτίκ᾽ ἔπειτ᾽ ἄνεμος μὲν
ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε
δὲ κύματα δαίμων.
|
170
|
ἀνστάντες δ᾽ ἕταροι νεὸς
ἱστία μηρύσαντο
καὶ τὰ μὲν ἐν νηὶ
γλαφυρῆι θέσαν, οἱ δ᾽ ἐπ᾽ ἐρετμὰ
ἑζόμενοι λεύκαινον ὕδωρ
ξεστῆις ἐλάτηισιν.
αὐτὰρ ἐγὼ κηροῖο μέγαν
τροχὸν ὀξέι χαλκῶι
τυτθὰ διατμήξας χερσὶ
στιβαρῆισι πίεζον·
|
175
|
αἶψα δ᾽ ἰαίνετο κηρός,
ἐπεὶ κέλετο μεγάλη ἲς
Ἠελίου τ᾽ αὐγὴ
Ὑπεριονίδαο ἄνακτος·
ἑξείης δ᾽ ἑτάροισιν ἐπ᾽
οὔατα πᾶσιν ἄλειψα.
οἱ δ᾽ ἐν νηί μ᾽ ἔδησαν
ὁμοῦ χεῖράς τε πόδας τε
ὀρθὸν ἐν ἱστοπέδηι, ἐκ δ᾽
αὐτοῦ πείρατ᾽ ἀνῆπτον·
|
180
|
αὐτοὶ δ᾽ ἑζόμενοι πολιὴν
ἅλα τύπτον ἐρετμοῖς.
ἀλλ᾽ ὅτε τόσσον ἀπῆμεν
ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες, τὰς δ᾽
οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη, λιγυρὴν
δ᾽ ἔντυνον ἀοιδήν·
δεῦρ᾽ ἄγ᾽ ἰών, πολύαιν᾽
Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
|
185
|
νῆα κατάστησον, ἵνα
νωιτέρην ὄπ ἀκούσηις.
οὐ γάρ πώ τις τῆιδε
παρήλασε νηὶ μελαίνηι,
πρίν γ᾽ ἡμέων μελίγηρυν
ἀπὸ στομάτων ὄπ᾽ ἀκοῦσαι,
ἀλλ᾽ ὅ γε τερψάμενος
νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ᾽ ὅσ᾽
ἐνὶ Τροίηι εὐρείηι
|
190
|
Ἀργεῖοι Τρῶές τε θεῶν
ἰότητι μόγησαν,
ἴδμεν δ᾽, ὅσσα γένηται
ἐπὶ χθονὶ πουλυβοτείρηι.
ὣς φάσαν ἱεῖσαι ὄπα
κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
ἤθελ᾽ ἀκουέμεναι, λῦσαί
τ᾽ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων· οἱ δὲ
προπεσόντες ἔρεσσον.
|
195
|
αὐτίκα δ᾽ ἀνστάντες
Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ᾽ ἐν δεσμοῖσι
δέον μᾶλλόν τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε
παρήλασαν, οὐδ᾽ ἔτ᾽ ἔπειτα
φθογγῆς Σειρήνων ἠκούομεν
οὐδέ τ᾽ ἀοιδῆς,
αἶψ᾽ ἀπὸ κηρὸν ἕλοντο
ἐμοὶ ἐρίηρες ἑταῖροι,
|
200
|
ὅν σφιν ἐπ᾽ ὠσὶν ἄλειψ᾽,
ἐμέ τ᾽ ἐκ δεσμῶν ἀνέλυσαν.
ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον
ἐλείπομεν, αὐτίκ᾽ ἔπειτα
καπνὸν καὶ μέγα κῦμα ἴδον
καὶ δοῦπον ἄκουσα.
τῶν δ᾽ ἄρα δεισάντων ἐκ
χειρῶν ἔπτατ᾽ ἐρετμά,
βόμβησαν δ᾽ ἄρα πάντα
κατὰ ῥόον· ἔσχετο δ᾽ αὐτοῦ
|
205
|
νηῦς, ἐπεὶ οὐκέτ᾽ ἐρετμὰ
προήκεα χερσὶν ἔπειγον.
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν
ὤτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι
παρασταδὸν ἄνδρα ἕκαστον·
ὦ φίλοι, οὐ γάρ πώ τι
κακῶν ἀδαήμονές εἰμεν·
οὐ μὲν δὴ τόδε μεῖζον
ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
|
210
|
εἴλει ἐνὶ σπῆι γλαφυρῶι
κρατερῆφι βίηφιν·
ἀλλὰ καὶ ἔνθεν ἐμῆι
ἀρετῆι, βουλῆι τε νόωι τε,
ἐκφύγομεν, καί που τῶνδε
μνήσεσθαι ὀίω.
νῦν δ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ
εἴπω, πειθώμεθα πάντες.
ὑμεῖς μὲν κώπηισιν ἁλὸς
ῥηγμῖνα βαθεῖαν
|
215
|
τύπτετε κληίδεσσιν
ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
δώηι τόνδε γ᾽ ὄλεθρον
ὑπεκφυγέειν καὶ ἀλύξαι·
σοὶ δέ, κυβερνῆθ᾽, ὧδ᾽
ἐπιτέλλομαι· ἀλλ᾽ ἐνὶ θυμῶι
βάλλευ, ἐπεὶ νηὸς
γλαφυρῆς οἰήια νωμᾶις.
τούτου μὲν καπνοῦ καὶ
κύματος ἐκτὸς ἔεργε
|
220
|
νῆα, σὺ δὲ σκοπέλου
ἐπιμαίεο, μή σε λάθηισι
κεῖσ᾽ ἐξορμήσασα καὶ ἐς
κακὸν ἄμμε βάληισθα.
ὣς ἐφάμην, οἱ δ᾽ ὦκα
ἐμοῖς ἐπέεσσι πίθοντο.
Σκύλλην δ᾽ οὐκέτ᾽
ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
μή πώς μοι δείσαντες
ἀπολλήξειαν ἑταῖροι
|
225
|
εἰρεσίης, ἐντὸς δὲ
πυκάζοιεν σφέας αὐτούς.
καὶ τότε δὴ Κίρκης μὲν
ἐφημοσύνης ἀλεγεινῆς
λανθανόμην, ἐπεὶ οὔ τί μ᾽
ἀνώγει θωρήσσεσθαι·
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ
τεύχεα καὶ δύο δοῦρε
μάκρ᾽ ἐν χερσὶν ἑλὼν εἰς
ἴκρια νηὸς ἔβαινον
|
230
|
πρώιρης· ἔνθεν γάρ μιν
ἐδέγμην πρῶτα φανεῖσθαι
Σκύλλην πετραίην, ἥ μοι
φέρε πῆμ᾽ ἑτάροισιν.
οὐδέ πηι ἀθρῆσαι δυνάμην,
ἔκαμον δέ μοι ὄσσε
πάντηι παπταίνοντι πρὸς
ἠεροειδέα πέτρην.
ἡμεῖς μὲν στεινωπὸν
ἀνεπλέομεν γοόωντες·
|
235
|
ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι
δὲ δῖα Χάρυβδις
δεινὸν ἀνερροίβδησε
θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἦ τοι ὅτ᾽ ἐξεμέσειε,
λέβης ὣς ἐν πυρὶ πολλῶι
πᾶσ᾽ ἀναμορμύρεσκε
κυκωμένη, ὑψόσε δ᾽ ἄχνη
ἄκροισι σκοπέλοισιν ἐπ᾽
ἀμφοτέροισιν ἔπιπτεν·
|
240
|
ἀλλ᾽ ὅτ᾽ ἀναβρόξειε
θαλάσσης ἁλμυρὸν ὕδωρ,
πᾶσ᾽ ἔντοσθε φάνεσκε
κυκωμένη, ἀμφὶ δὲ πέτρη
δεινὸν ἐβεβρύχει,
ὑπένερθε δὲ γαῖα φάνεσκε
ψάμμωι κυανέη· τοὺς δὲ
χλωρὸν δέος ἥιρει.
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν
δείσαντες ὄλεθρον·
|
245
|
τόφρα δέ μοι Σκύλλη
γλαφυρῆς ἐκ νηὸς ἑταίρους
ἓξ ἕλεθ᾽, οἳ χερσίν τε
βίηφί τε φέρτατοι ἦσαν.
σκεψάμενος δ᾽ ἐς νῆα θοὴν
ἅμα καὶ μεθ᾽ ἑταίρους
ἤδη τῶν ἐνόησα πόδας καὶ
χεῖρας ὕπερθεν
ὑψόσ᾽ ἀειρομένων· ἐμὲ δὲ
φθέγγοντο καλεῦντες
|
250
|
ἐξονομακλήδην, τότε γ᾽
ὕστατον, ἀχνύμενοι κῆρ.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβόλωι
ἁλιεὺς περιμήκεϊ ῥάβδωι
ἰχθύσι τοῖς ὀλίγοισι
δόλον κατὰ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς
κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ᾽ ἔπειτα
λαβὼν ἔρριψε θύραζε,
|
255
|
ὣς οἵ γ᾽ ἀσπαίροντες
ἀείροντο προτὶ πέτρας·
αὐτοῦ δ᾽ εἰνὶ θύρηισι
κατήσθιε κεκληγῶτας
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν
αἰνῆι δηιοτῆτι·
οἴκτιστον δὴ κεῖνο ἐμοῖς
ἴδον ὀφθαλμοῖσι
πάντων, ὅσσ᾽ ἐμόγησα
πόρους ἁλὸς ἐξερεείνων.
|
260
|
αὐτὰρ ἐπεὶ πέτρας φύγομεν
δεινήν τε Χάρυβδιν
Σκύλλην τ᾽, αὐτίκ᾽ ἔπειτα
θεοῦ ἐς ἀμύμονα νῆσον
ἱκόμεθ᾽· ἔνθα δ᾽ ἔσαν
καλαὶ βόες εὐρυμέτωποι,
πολλὰ δὲ ἴφια μῆλ᾽
Ὑπερίονος Ἠελίοιο.
δὴ τότ᾽ ἐγὼν ἔτι πόντωι
ἐὼν ἐν νηὶ μελαίνηι
|
265
|
μυκηθμοῦ τ᾽ ἤκουσα βοῶν
αὐλιζομενάων
οἰῶν τε βληχήν· καί μοι
ἔπος ἔμπεσε θυμῶι
μάντηος ἀλαοῦ, Θηβαίου
Τειρεσίαο,
Κίρκης τ᾽ Αἰαίης, ἥ μοι
μάλα πόλλ᾽ ἐπέτελλε
νῆσον ἀλεύασθαι
τερψιμβρότου Ἠελίοιο.
|
270
|
δὴ τότ᾽ ἐγὼν ἑτάροισι
μετηύδων ἀχνύμενος κῆρ·
κέκλυτέ μευ μύθων κακά
περ πάσχοντες ἑταῖροι,
ὄφρ᾽ ὑμῖν εἴπω μαντήια
Τειρεσίαο
Κίρκης τ᾽ Αἰαίης, ἥ μοι
μάλα πόλλ᾽ ἐπέτελλε
νῆσον ἀλεύασθαι
τερψιμβρότου Ἠελίοιο·
|
275
|
ἔνθα γὰρ αἰνότατον κακὸν
ἔμμεναι ἄμμιν ἔφασκεν.
ἀλλὰ παρὲξ τὴν νῆσον
ἐλαύνετε νῆα μέλαιναν.
ὣς ἐφάμην, τοῖσιν δὲ
κατεκλάσθη φίλον ἦτορ.
αὐτίκα δ᾽ Εὐρύλοχος
στυγερῶι μ᾽ ἠμείβετο μύθωι·
σχέτλιός εἰς, Ὀδυσεῦ·
περί τοι μένος, οὐδέ τι γυῖα
|
280
|
κάμνεις· ἦ ῥά νυ σοί γε
σιδήρεα πάντα τέτυκται,
ὅς ῥ᾽ ἑτάρους καμάτωι
ἁδηκότας ἠδὲ καὶ ὕπνωι
οὐκ ἐάαις γαίης
ἐπιβήμεναι, ἔνθα κεν αὖτε
νήσωι ἐν ἀμφιρύτηι λαρὸν
τετυκοίμεθα δόρπον,
ἀλλ᾽ αὔτως διὰ νύκτα θοὴν
ἀλάλησθαι ἄνωγας
|
285
|
νήσου ἀποπλαγχθέντας ἐν
ἠεροειδέι πόντωι.
ἐκ νυκτῶν δ᾽ ἄνεμοι
χαλεποί, δηλήματα νηῶν,
γίγνονται· πῆι κέν τις
ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
ἤν πως ἐξαπίνης ἔλθηι
ἀνέμοιο θύελλα,
ἢ Νότου ἢ Ζεφύροιο
δυσαέος, οἵ τε μάλιστα
|
290
|
νῆα διαρραίουσι θεῶν
ἀέκητι ἀνάκτων.
ἀλλ᾽ ἦ τοι νῦν μὲν
πειθώμεθα νυκτὶ μελαίνηι
δόρπον θ᾽ ὁπλισόμεσθα
θοῆι παρὰ νηὶ μένοντες,
ἠῶθεν δ᾽ ἀναβάντες
ἐνήσομεν εὐρέι πόντωι.
ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ
δ᾽ ἤινεον ἄλλοι ἑταῖροι.
|
295
|
καὶ τότε δὴ γίγνωσκον ὃ
δὴ κακὰ μήδετο δαίμων,
καί μιν φωνήσας ἔπεα
πτερόεντα προσηύδων·
Εὐρύλοχ᾽, ἦ μάλα δή με
βιάζετε μοῦνον ἐόντα.
ἀλλ᾽ ἄγε νῦν μοι πάντες
ὀμόσσατε καρτερὸν ὅρκον·
εἴ κέ τιν᾽ ἠὲ βοῶν ἀγέλην
ἢ πῶυ μέγ᾽ οἰῶν
|
300
|
εὕρωμεν, μή πού τις
ἀτασθαλίηισι κακῆισιν
ἢ βοῦν ἠέ τι μῆλον
ἀποκτάνηι· ἀλλὰ ἕκηλοι
ἐσθίετε βρώμην, τὴν
ἀθανάτη πόρε Κίρκη.
ὣς ἐφάμην, οἱ δ᾽ αὐτίκ᾽
ἀπώμνυον, ὡς ἐκέλευον.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε
τελεύτησάν τε τὸν ὅρκον,
|
305
|
στήσαμεν ἐν λιμένι
γλαφυρῶι ἐυεργέα νῆα
ἄγχ᾽ ὕδατος γλυκεροῖο,
καὶ ἐξαπέβησαν ἑταῖροι
νηός, ἔπειτα δὲ δόρπον
ἐπισταμένως τετύκοντο.
αὐτὰρ ἐπεὶ πόσιος καὶ
ἐδητύος ἐξ ἔρον ἕντο,
μνησάμενοι δὴ ἔπειτα
φίλους ἔκλαιον ἑταίρους,
|
310
|
οὓς ἔφαγε Σκύλλη γλαφυρῆς
ἐκ νηὸς ἑλοῦσα·
κλαιόντεσσι δὲ τοῖσιν
ἐπήλυθε νήδυμος ὕπνος.
ἦμος δὲ τρίχα νυκτὸς ἔην,
μετὰ δ᾽ ἄστρα βεβήκει,
ὦρσεν ἔπι ζαῆν ἄνεμον
νεφεληγερέτα Ζεὺς
λαίλαπι θεσπεσίηι, σὺν δὲ
νεφέεσσι κάλυψε
|
315
|
γαῖαν ὁμοῦ καὶ πόντον·
ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
ἦμος δ᾽ ἠριγένεια φάνη
ῥοδοδάκτυλος Ἠώς,
νῆα μὲν ὡρμίσαμεν κοῖλον
σπέος εἰσερύσαντες.
ἔνθα δ᾽ ἔσαν νυμφέων
καλοὶ χοροὶ ἠδὲ θόωκοι·
καὶ τότ᾽ ἐγὼν ἀγορὴν
θέμενος μετὰ μῦθον ἔειπον·
|
320
|
ὦ φίλοι, ἐν γὰρ νηὶ θοῆι
βρῶσίς τε πόσις τε
ἔστιν, τῶν δὲ βοῶν
ἀπεχώμεθα, μή τι πάθωμεν·
δεινοῦ γὰρ θεοῦ αἵδε βόες
καὶ ἴφια μῆλα,
Ἠελίου, ὃς πάντ᾽ ἐφορᾶι
καὶ πάντ᾽ ἐπακούει.
ὣς ἐφάμην, τοῖσιν δ᾽
ἐπεπείθετο θυμὸς ἀγήνωρ.
|
325
|
μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη
Νότος, οὐδέ τις ἄλλος
γίγνετ᾽ ἔπειτ᾽ ἀνέμων εἰ
μὴ Εὖρός τε Νότος τε.
οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον
καὶ οἶνον ἐρυθρόν,
τόφρα βοῶν ἀπέχοντο
λιλαιόμενοι βιότοιο.
ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο
ἤια πάντα,
|
330
|
καὶ δὴ ἄγρην ἐφέπεσκον
ἀλητεύοντες ἀνάγκηι,
ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ
τι χεῖρας ἵκοιτο,
γναμπτοῖς ἀγκίστροισιν,
ἔτειρε δὲ γαστέρα λιμός·
δὴ τότ᾽ ἐγὼν ἀνὰ νῆσον
ἀπέστιχον, ὄφρα θεοῖσιν
εὐξαίμην, εἴ τίς μοι ὁδὸν
φήνειε νέεσθαι.
|
335
|
ἀλλ᾽ ὅτε δὴ διὰ νήσου ἰὼν
ἤλυξα ἑταίρους,
χεῖρας νιψάμενος, ὅθ᾽ ἐπὶ
σκέπας ἦν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοῖς οἳ
Ὄλυμπον ἔχουσιν·
οἱ δ᾽ ἄρα μοι γλυκὺν
ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ᾽ ἑτάροισι
κακῆς ἐξήρχετο βουλῆς·
|
340
|
᾽κέκλυτέ μευ μύθων κακά
περ πάσχοντες ἑταῖροι.
πάντες μὲν στυγεροὶ
θάνατοι δειλοῖσι βροτοῖσι,
λιμῶι δ᾽ οἴκτιστον
θανέειν καὶ πότμον ἐπισπεῖν.
ἀλλ᾽ ἄγετ᾽, Ἠελίοιο βοῶν
ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι, τοὶ
οὐρανὸν εὐρὺν ἔχουσιν.
|
345
|
εἰ δέ κεν εἰς Ἰθάκην
ἀφικοίμεθα, πατρίδα γαῖαν,
αἶψά κεν Ἠελίωι Ὑπερίονι
πίονα νηὸν
τεύξομεν, ἐν δέ κε θεῖμεν
ἀγάλματα πολλὰ καὶ ἐσθλά.
εἰ δὲ χολωσάμενός τι βοῶν
ὀρθοκραιράων
νῆ᾽ ἐθέληι ὀλέσαι, ἐπὶ δ᾽
ἕσπωνται θεοὶ ἄλλοι,
|
350
|
βούλομ᾽ ἅπαξ πρὸς κῦμα
χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν
νήσωι ἐρήμηι.
ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ
δ᾽ ἤινεον ἄλλοι ἑταῖροι.
αὐτίκα δ᾽ Ἠελίοιο βοῶν
ἐλάσαντες ἀρίστας
ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς
κυανοπρώιροιο
|
355
|
βοσκέσκονθ᾽ ἕλικες καλαὶ
βόες εὐρυμέτωποι·
τὰς δὲ περίστησάν τε καὶ
εὐχετόωντο θεοῖσιν,
φύλλα δρεψάμενοι τέρενα
δρυὸς ὑψικόμοιο·
οὐ γὰρ ἔχον κρῖ λευκὸν
ἐυσσέλμου ἐπὶ νηός.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ
ἔσφαξαν καὶ ἔδειραν,
|
360
|
μηρούς τ᾽ ἐξέταμον κατά
τε κνίσηι ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ᾽
αὐτῶν δ᾽ ὠμοθέτησαν.
οὐδ᾽ εἶχον μέθυ λεῖψαι
ἐπ᾽ αἰθομένοις ἱεροῖσιν,
ἀλλ᾽ ὕδατι σπένδοντες
ἐπώπτων ἔγκατα πάντα.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη
καὶ σπλάγχνα πάσαντο,
|
365
|
μίστυλλόν τ᾽ ἄρα τἆλλα
καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν.
καὶ τότε μοι βλεφάρων
ἐξέσσυτο νήδυμος ὕπνος,
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν
καὶ θῖνα θαλάσσης.
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα
κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε με κνίσης
ἀμφήλυθεν ἡδὺς ἀυτμή.
|
370
|
οἰμώξας δὲ θεοῖσι μέγ᾽
ἀθανάτοισι γεγώνευν·
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι
μάκαρες θεοὶ αἰὲν ἐόντες,
ἦ με μάλ᾽ εἰς ἄτην
κοιμήσατε νηλέι ὕπνωι.
οἱ δ᾽ ἕταροι μέγα ἔργον
ἐμητίσαντο μένοντες.
ὠκέα δ᾽ Ἠελίωι Ὑπερίονι
ἄγγελος ἦλθε
|
375
|
Λαμπετίη τανύπεπλος, ὅ οἱ
βόας ἔκταμεν ἡμεῖς.
αὐτίκα δ᾽ ἀθανάτοισι
μετηύδα χωόμενος κῆρ·
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι
μάκαρες θεοὶ αἰὲν ἐόντες,
τῖσαι δὴ ἑτάρους
Λαερτιάδεω Ὀδυσῆος,
οἵ μευ βοῦς ἔκτειναν
ὑπέρβιον, ἧισιν ἐγώ γε
|
380
|
χαίρεσκον μὲν ἰὼν εἰς
οὐρανὸν ἀστερόεντα,
ἠδ᾽ ὁπότ᾽ ἂψ ἐπὶ γαῖαν
ἀπ᾽ οὐρανόθεν προτραποίμην.
εἰ δέ μοι οὐ τίσουσι βοῶν
ἐπιεικέ᾽ ἀμοιβήν,
δύσομαι εἰς Ἀίδαο καὶ ἐν
νεκύεσσι φαείνω.
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφη νεφεληγερέτα Ζεύς·
|
385
|
Ἠέλι᾽, ἦ τοι μὲν σὺ μετ᾽
ἀθανάτοισι φάεινε
καὶ θνητοῖσι βροτοῖσιν
ἐπὶ ζείδωρον ἄρουραν·
τῶν δέ κ᾽ ἐγὼ τάχα νῆα
θοὴν ἀργῆτι κεραυνῶι
τυτθὰ βαλὼν κεάσαιμι
μέσωι ἐνὶ οἴνοπι πόντωι.
ταῦτα δ᾽ ἐγὼν ἤκουσα
Καλυψοῦς ἠυκόμοιο·
|
390
|
ἡ δ᾽ ἔφη Ἑρμείαο
διακτόρου αὐτὴ ἀκοῦσαι.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα
κατήλυθον ἠδὲ θάλασσαν,
νείκεον ἄλλοθεν ἄλλον
ἐπισταδόν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, βόες
δ᾽ ἀποτέθνασαν ἤδη.
τοῖσιν δ᾽ αὐτίκ᾽ ἔπειτα
θεοὶ τέραα προύφαινον·
|
395
|
εἷρπον μὲν ῥινοί, κρέα δ᾽
ἀμφ᾽ ὀβελοῖσι μεμύκει,
ὀπταλέα τε καὶ ὠμά, βοῶν
δ᾽ ὣς γίγνετο φωνή.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ
ἐρίηρες ἑταῖροι
δαίνυντ᾽ Ἠελίοιο βοῶν
ἐλάσαντες ἀρίστας·
ἀλλ᾽ ὅτε δὴ ἕβδομον ἦμαρ
ἐπὶ Ζεὺς θῆκε Κρονίων,
|
400
|
καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος
μὲν ἐπαύσατο λαίλαπι θύων,
ἡμεῖς δ᾽ αἶψ᾽ ἀναβάντες
ἐνήκαμεν εὐρέι πόντωι,
ἱστὸν στησάμενοι ἀνά θ᾽
ἱστία λεύκ᾽ ἐρύσαντες.
ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον
ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ᾽
οὐρανὸς ἠδὲ θάλασσα,
|
405
|
δὴ τότε κυανέην νεφέλην
ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς,
ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
ἡ δ᾽ ἔθει οὐ μάλα πολλὸν
ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
κεκληγὼς Ζέφυρος μεγάληι
σὺν λαίλαπι θύων,
ἱστοῦ δὲ προτόνους ἔρρηξ᾽
ἀνέμοιο θύελλα
|
410
|
ἀμφοτέρους· ἱστὸς δ᾽
ὀπίσω πέσεν, ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ᾽. ὁ
δ᾽ ἄρα πρυμνῆι ἐνὶ νηὶ
πλῆξε κυβερνήτεω κεφαλήν,
σὺν δ᾽ ὀστέ᾽ ἄραξε
πάντ᾽ ἄμυδις κεφαλῆς· ὁ
δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
κάππεσ᾽ ἀπ᾽ ἰκριόφιν,
λίπε δ᾽ ὀστέα θυμὸς ἀγήνωρ.
|
415
|
Ζεὺς δ᾽ ἄμυδις βρόντησε
καὶ ἔμβαλε νηὶ κεραυνόν·
ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς
πληγεῖσα κεραυνῶι,
ἐν δὲ θεείου πλῆτο, πέσον
δ᾽ ἐκ νηὸς ἑταῖροι.
οἱ δὲ κορώνηισιν ἴκελοι
περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο, θεὸς
δ᾽ ἀποαίνυτο νόστον.
|
420
|
αὐτὰρ ἐγὼ διὰ νηὸς
ἐφοίτων, ὄφρ᾽ ἀπὸ τοίχους
λῦσε κλύδων τρόπιος, τὴν
δὲ ψιλὴν φέρε κῦμα,
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ
τρόπιν. αὐτὰρ ἐπ᾽ αὐτῶι
ἐπίτονος βέβλητο, βοὸς
ῥινοῖο τετευχώς·
τῶι ῥ᾽ ἄμφω συνέεργον,
ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
|
425
|
ἑζόμενος δ᾽ ἐπὶ τοῖς
φερόμην ὀλοοῖς ἀνέμοισιν.
ἔνθ᾽ ἦ τοι Ζέφυρος μὲν
ἐπαύσατο λαίλαπι θύων,
ἦλθε δ᾽ ἐπὶ Νότος ὦκα,
φέρων ἐμῶι ἄλγεα θυμῶι,
ὄφρ᾽ ἔτι τὴν ὀλοὴν
ἀναμετρήσαιμι Χάρυβδιν.
παννύχιος φερόμην, ἅμα δ᾽
ἠελίωι ἀνιόντι
|
430
|
ἦλθον ἐπὶ Σκύλλης
σκόπελον δεινήν τε Χάρυβδιν.
ἡ μὲν ἀνερροίβδησε
θαλάσσης ἁλμυρὸν ὕδωρ·
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν
ἐρινεὸν ὑψόσ᾽ ἀερθείς,
τῶι προσφὺς ἐχόμην ὡς
νυκτερίς. οὐδέ πηι εἶχον
οὔτε στηρίξαι ποσὶν
ἔμπεδον οὔτ᾽ ἐπιβῆναι·
|
435
|
ῥίζαι γὰρ ἑκὰς εἶχον,
ἀπήωροι δ᾽ ἔσαν ὄζοι,
μακροί τε μεγάλοι τε,
κατεσκίαον δὲ Χάρυβδιν.
νωλεμέως δ᾽ ἐχόμην, ὄφρ᾽
ἐξεμέσειεν ὀπίσσω
ἱστὸν καὶ τρόπιν αὖτις·
ἐελδομένωι δέ μοι ἦλθον
ὄψ᾽· ἦμος δ᾽ ἐπὶ δόρπον
ἀνὴρ ἀγορῆθεν ἀνέστη
|
440
|
κρίνων νείκεα πολλὰ
δικαζομένων αἰζηῶν,
τῆμος δὴ τά γε δοῦρα
Χαρύβδιος ἐξεφαάνθη.
ἧκα δ᾽ ἐγὼ καθύπερθε
πόδας καὶ χεῖρε φέρεσθαι,
μέσσωι δ᾽ ἐνδούπησα παρὲξ
περιμήκεα δοῦρα,
ἑζόμενος δ᾽ ἐπὶ τοῖσι
διήρεσα χερσὶν ἐμῆισι.
|
445
|
Σκύλλην δ᾽ οὐκέτ᾽ ἔασε
πατὴρ ἀνδρῶν τε θεῶν τε
εἰσιδέειν· οὐ γάρ κεν
ὑπέκφυγον αἰπὺν ὄλεθρον.
ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην,
δεκάτηι δέ με νυκτὶ
νῆσον ἐς Ὠγυγίην πέλασαν
θεοί, ἔνθα Καλυψὼ
ναίει ἐυπλόκαμος, δεινὴ
θεὸς αὐδήεσσα,
|
450
|
ἥ μ᾽ ἐφίλει τ᾽ ἐκόμει τε.
τί τοι τάδε μυθολογεύω;
ἤδη γάρ τοι χθιζὸς
ἐμυθεόμην ἐνὶ οἴκωι
σοί τε καὶ ἰφθίμηι
ἀλόχωι· ἐχθρὸν δέ μοί ἐστιν
αὖτις ἀριζήλως εἰρημένα
μυθολογεύειν.
|