Chant X

Remonter

   

 

 

 Ὀ δ υ σ σ ε ί α ς   κ

 Τὰ περὶ Αἰόλου καὶ

Λαιστρυγόνων καὶ Κίρκης. 

 

 

Αἰολίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιεν

Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,

πλωτῆι ἐνὶ νήσωι· πᾶσαν δέ τέ μιν πέρι τεῖχος

χάλκεον ἄρρηκτον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.

5

τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,

ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες·

ἔνθ᾽ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.

οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλωι καὶ μητέρι κεδνῆι

δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,

10

κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῆι

ἤματα· νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίηις ἀλόχοισιν

εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.

καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.

μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,

15

Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·

καὶ μὲν ἐγὼ τῶι πάντα κατὰ μοῖραν κατέλεξα.

ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ἤιτεον ἠδ᾽ ἐκέλευον

πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.

δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,

20

ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·

κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,

ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν, ὅν κ᾽ ἐθέληισι.

νηὶ δ᾽ ἐνὶ γλαφυρῆι κατέδει μέρμιθι φαεινῆι

ἀργυρέηι, ἵνα μή τι παραπνεύσηι ὀλίγον περ·

25

αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,

ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ᾽ ἄρ᾽ ἔμελλεν

ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίηισιν.

 

ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

τῆι δεκάτηι δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,

30

καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·

ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,

αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τωι ἄλλωι

δῶχ᾽ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·

οἱ δ᾽ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

35

καί μ᾽ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ᾽ ἄγεσθαι

δῶρα παρ᾽ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

 

ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.

40

πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ

ληίδος, ἡμεῖς δ᾽ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες

οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·

καὶ νῦν οἱ τάδ᾽ ἔδωκε χαριζόμενος φιλότητι

Αἴολος. ἀλλ᾽ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ᾽ ἐστίν,

45

ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῶι ἔνεστιν.

 

ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·

ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ᾽ ἐκ πάντες ὄρουσαν.

τοὺς δ᾽ αἶψ᾽ ἁρπάξασα φέρεν πόντονδε θύελλα

κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε

50

ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,

ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντωι,

ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.

ἀλλ᾽ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ᾽ ἐνὶ νηὶ

κείμην. αἱ δ᾽ ἐφέροντο κακῆι ἀνέμοιο θυέλληι

55

αὖτις ἐπ᾽ Αἰολίην νῆσον, στενάχοντο δ᾽ ἑταῖροι.

 

ἔνθα δ᾽ ἐπ᾽ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ᾽ ὕδωρ,

αἶψα δὲ δεῖπνον ἕλοντο θοῆις παρὰ νηυσὶν ἑταῖροι.

αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος,

δὴ τότ᾽ ἐγὼ κήρυκά τ᾽ ὀπασσάμενος καὶ ἑταῖρον

60

βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δ᾽ ἐκίχανον

δαινύμενον παρὰ ἧι τ᾽ ἀλόχωι καὶ οἷσι τέκεσσιν.

ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ

ἑζόμεθ᾽· οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο·

 

πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;

65

ἦ μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ᾽ ἀφίκοιο

πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.

 

ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·

ἄασάν μ᾽ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος

σχέτλιος. ἀλλ᾽ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.

 

70

ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,

οἱ δ᾽ ἄνεωι ἐγένοντο· πατὴρ δ᾽ ἠμείβετο μύθωι·

 

ἔρρ᾽ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·

οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν

ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·

75

ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.

 

ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.

ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.

τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς

ἡμετέρηι ματίηι, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

80

ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

ἑβδομάτηι δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,

Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν

ἠπύει εἰσελάων, ὁ δέ τ᾽ ἐξελάων ὑπακούει.

ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,

85

τὸν μὲν βουκολέων, τὸν δ᾽ ἄργυφα μῆλα νομεύων·

ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

ἔνθ᾽ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη

ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,

ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήληισιν

90

ἐν στόματι προύχουσιν, ἀραιὴ δ᾽ εἴσοδός ἐστιν,

ἔνθ᾽ οἵ γ᾽ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.

αἱ μὲν ἄρ᾽ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο

πλησίαι· οὐ μὲν γάρ ποτ᾽ ἀέξετο κῦμά γ᾽ ἐν αὐτῶι,

οὔτε μέγ᾽ οὔτ᾽ ὀλίγον, λευκὴ δ᾽ ἦν ἀμφὶ γαλήνη·

95

αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,

αὐτοῦ ἐπ᾽ ἐσχατιῆι, πέτρης ἐκ πείσματα δήσας·

ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.

ἔνθα μὲν οὔτε βοῶν οὔτ᾽ ἀνδρῶν φαίνετο ἔργα,

καπνὸν δ᾽ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.

100

δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,

οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,

ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας.

οἱ δ᾽ ἴσαν ἐκβάντες λείην ὁδόν, ἧι περ ἄμαξαι

ἄστυδ᾽ ἀφ᾽ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,

105

κούρηι δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσηι,

θυγατέρ᾽ ἰφθίμηι Λαιστρυγόνος Ἀντιφάταο.

ἡ μὲν ἄρ᾽ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον

Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·

οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ᾽ ἐρέοντο

110

ὅς τις τῶνδ᾽ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·

ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.

οἱ δ᾽ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα

εὗρον, ὅσην τ᾽ ὄρεος κορυφήν, κατὰ δ᾽ ἔστυγον αὐτήν.

ἡ δ᾽ αἶψ᾽ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,

115

ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.

αὐτίχ᾽ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·

τὼ δὲ δύ᾽ ἀίξαντε φυγῆι ἐπὶ νῆας ἱκέσθην.

αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δ᾽ ἀίοντες

φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,

120

μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.

οἵ ῥ᾽ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν

βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει

ἀνδρῶν τ᾽ ὀλλυμένων νηῶν θ᾽ ἅμα ἀγνυμενάων·

ἰχθῦς δ᾽ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.

125

ὄφρ᾽ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,

τόφρα δ᾽ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

τῶι ἀπὸ πείσματ᾽ ἔκοψα νεὸς κυανοπρώιροιο.

αἶψα δ᾽ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

ἐμβαλέειν κώπηις, ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν·

130

οἱ δ᾽ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.

ἀσπασίως δ᾽ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας

νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ᾽ ὄλοντο.

 

ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

135

Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽· ἔνθα δ᾽ ἔναιε

Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·

ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο

μητρός τ᾽ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.

140

ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῆι

ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.

ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας

κείμεθ᾽ ὁμοῦ καμάτωι τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.

ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,

145

καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ

καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,

εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.

ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,

καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,

150

Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.

μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.

ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,

πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

155

δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.

ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,

ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν

ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης

160

πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.

τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα

πλῆξα· τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,

κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίηισι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός.

τῶι δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς

165

εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίηι

εἴασ᾽· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,

πεῖσμα δ᾽, ὅσον τ᾽ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν

πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,

βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν

170

ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου

χειρὶ φέρειν ἑτέρηι· μάλα γὰρ μέγα θηρίον ἦεν.

κὰδ᾽ δ᾽ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ᾽ ἑταίρους

μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

 

ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ᾽ ἀχνύμενοί περ

175

εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθηι·

ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἐν νηὶ θοῆι βρῶσίς τε πόσις τε,

μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῶι.

 

ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,

ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο

180

θηήσαντ᾽ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.

αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,

χεῖρας νιψάμενοι τεύχοντ᾽ ἐρικυδέα δαῖτα.

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·

185

ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

 

κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·

190

ὦ φίλοι, οὐ γάρ τ᾽ ἴδμεν, ὅπηι ζόφος οὐδ᾽ ὅπηι ἠώς,

οὐδ᾽ ὅπηι ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν,

οὐδ᾽ ὅπηι ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον

εἴ τις ἔτ᾽ ἔσται μῆτις. ἐγὼ δ᾽ οὔκ οἴομαι εἶναι.

εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν

195

νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·

αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ᾽ ἐνὶ μέσσηι

ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.

 

ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ

μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο

200

Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.

κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·

ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

 

αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους

ἠρίθμεον, ἀρχὸν δὲ μετ᾽ ἀμφοτέροισιν ὄπασσα·

205

τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ᾽ Εὐρύλοχος θεοειδής.

κλήρους δ᾽ ἐν κυνέηι χαλκήρεϊ πάλλομεν ὦκα·

ἐκ δ᾽ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.

βῆ δ᾽ ἰέναι, ἅμα τῶι γε δύω καὶ εἴκοσ᾽ ἑταῖροι

κλαίοντες· κατὰ δ᾽ ἄμμε λίπον γοόωντας ὄπισθεν.

210

εὗρον δ᾽ ἐν βήσσηισι τετυγμένα δώματα Κίρκης

ξεστοῖσιν λάεσσι, περισκέπτωι ἐνὶ χώρωι·

ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,

τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.

οὐδ᾽ οἵ γ᾽ ὡρμήθησαν ἐπ᾽ ἀνδράσιν, ἀλλ᾽ ἄρα τοί γε

215

οὐρῆισιν μακρῆισι περισσαίνοντες ἀνέσταν.

ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα

σαίνωσ᾽, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,

ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες

σαῖνον· τοὶ δ᾽ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.

220

ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,

Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῆι,

ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων

λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.

τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,

225

ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·

 

ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν

καλὸν ἀοιδιάει, δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν,

ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.

 

ὣς ἄρ᾽ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.

230

ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀιδρείηισιν ἕποντο·

Εὐρύλοχος δ᾽ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.

εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,

ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν

235

οἴνωι Πραμνείωι ἐκύκα· ἀνέμισγε δὲ σίτωι

φάρμακα λύγρ᾽, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.

αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ᾽ ἔπειτα

ῥάβδωι πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.

οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε

240

καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.

ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη

πάρ ῥ᾽ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης

ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.

 

Εὐρύλοχος δ᾽ αἶψ᾽ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν

245

ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.

οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,

κῆρ ἄχεϊ μεγάλωι βεβολημένος· ἐν δέ οἱ ὄσσε

δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠίετο θυμός.

ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες,

250

καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·

 

ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ·

εὕρομεν ἐν βήσσηισι τετυγμένα δώματα καλὰ

ξεστοῖσιν λάεσσι, περισκέπτωι ἐνὶ χώρωι.

ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν,

255

ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.

ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀιδρείηισιν ἕποντο·

αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.

οἱ δ᾽ ἅμ᾽ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν

260

ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον

ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·

τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.

αὐτὰρ ὅ γ᾽ ἀμφοτέρηισι λαβὼν ἐλλίσσετο γούνων

265

καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

 

μή μ᾽ ἄγε κεῖσ᾽ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ.

οἶδα γάρ, ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον

ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον

φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.

 

270

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Εὐρύλοχ᾽, ἦ τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῶιδ᾽ ἐνὶ χώρωι

ἔσθων καὶ πίνων κοίληι παρὰ νηὶ μελαίνηι·

αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.

 

ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.

275

ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας

Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,

ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν

ἐρχομένωι πρὸς δῶμα, νεηνίηι ἀνδρὶ ἐοικώς,

πρῶτον ὑπηνήτηι, τοῦ περ χαριεστάτη ἥβη·

280

ἔν τ᾽ ἄρα μοι φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

 

πῆι δὴ αὖτ᾽, ὦ δύστηνε, δι᾽ ἄκριας ἔρχεαι οἶος,

χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδ᾽ ἐνὶ Κίρκης

ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.

ἦ τοὺς λυσόμενος δεῦρ᾽ ἔρχεαι; οὐδέ σέ φημι

285

αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ᾽, ἔνθα περ ἄλλοι.

ἀλλ᾽ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.

τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης

ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκηισιν κακὸν ἦμαρ.

πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.

290

τεύξει τοι κυκεῶ, βαλέει δ᾽ ἐν φάρμακα σίτωι.

ἀλλ᾽ οὐδ᾽ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει

φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.

ὁππότε κεν Κίρκη σ᾽ ἐλάσηι περιμήκεϊ ῥάβδωι,

δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

295

Κίρκηι ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.

ἡ δέ σ᾽ ὑποδείσασα κελήσεται εὐνηθῆναι·

ἔνθα σὺ μηκέτ᾽ ἔπειτ᾽ ἀπανήνασθαι θεοῦ εὐνήν,

ὄφρα κέ τοι λύσηι θ᾽ ἑτάρους αὐτόν τε κομίσσηι·

ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,

300

μή τί τοι αὐτῶι πῆμα κακὸν βουλευσέμεν ἄλλο,

μή σ᾽ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήηι.

 

ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης

ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.

ῥίζηι μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

305

μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾽ ὀρύσσειν

ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.

Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον

νῆσον ἀν᾽ ὑλήεσσαν, ἐγὼ δ᾽ ἐς δώματα Κίρκης

ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

310

ἔστην δ᾽ εἰνὶ θύρηισι θεᾶς καλλιπλοκάμοιο·

ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.

ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς

καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.

εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου

315

καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

τεῦχε δέ μοι κυκεῶ χρυσέωι δέπαι, ὄφρα πίοιμι,

ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ᾽ ἐνὶ θυμῶι.

αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ᾽ ἔθελξε,

ῥάβδωι πεπληγυῖα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·

320

᾽ἔρχεο νῦν συφεόνδε, μετ᾽ ἄλλων λέξο ἑταίρων.

 

ὣς φάτ᾽, ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

Κίρκηι ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.

ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,

καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

 

325

᾽τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

θαῦμά μ᾽ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ᾽ ἐθέλχθης·

οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ᾽ ἀνέτλη,

ὅς κε πίηι καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.

σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.

330

ἦ σύ γ᾽ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ

φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,

ἐκ Τροίης ἀνιόντα θοῆι σὺν νηὶ μελαίνηι.

ἀλλ᾽ ἄγε δὴ κολεῶι μὲν ἄορ θέο, νῶι δ᾽ ἔπειτα

εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε

335

εὐνῆι καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,

ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,

αὐτὸν δ᾽ ἐνθάδ᾽ ἔχουσα δολοφρονέουσα κελεύεις

340

ἐς θάλαμόν τ᾽ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,

ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήηις.

οὐδ᾽ ἂν ἐγώ γ᾽ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,

εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι

μή τί μοι αὐτῶι πῆμα κακὸν βουλευσέμεν ἄλλο.

 

345

ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀπώμνυεν, ὡς ἐκέλευον.

αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

καὶ τότ᾽ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.

 

ἀμφίπολοι δ᾽ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο

τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·

350

γίγνονται δ᾽ ἄρα ταί γ᾽ ἔκ τε κρηνέων ἀπό τ᾽ ἀλσέων

ἔκ θ᾽ ἱερῶν ποταμῶν, οἵ τ᾽ εἰς ἅλαδε προρέουσι.

τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ

πορφύρεα καθύπερθ᾽, ὑπένερθε δὲ λῖθ᾽ ὑπέβαλλεν·

ἡ δ᾽ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας

355

ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·

ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα

ἡδὺν ἐν ἀργυρέωι, νέμε δὲ χρύσεια κύπελλα·

ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε

πολλὸν ὑπὸ τρίποδι μεγάλωι· ἰαίνετο δ᾽ ὕδωρ.

360

αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῶι,

ἔς ῥ᾽ ἀσάμινθον ἕσασα λό᾽ ἐκ τρίποδος μεγάλοιο,

θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,

ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.

αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίωι,

365

ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,

εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου

καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

χέρνιβα δ᾽ ἀμφίπολος προχόωι ἐπέχευε φέρουσα

καλῆι χρυσείηι, ὑπὲρ ἀργυρέοιο λέβητος,

370

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,

εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.

ἐσθέμεναι δ᾽ ἐκέλευεν· ἐμῶι δ᾽ οὐχ ἥνδανε θυμῶι,

ἀλλ᾽ ἥμην ἀλλοφρονέων, κακὰ δ᾽ ὄσσετο θυμός.

 

375

Κίρκη δ᾽ ὡς ἐνόησεν ἔμ᾽ ἥμενον οὐδ᾽ ἐπὶ σίτωι

χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,

ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·

 

τίφθ᾽ οὕτως, Ὀδυσεῦ, κατ᾽ ἄρ᾽ ἕζεαι ἶσος ἀναύδωι,

θυμὸν ἔδων, βρώμης δ᾽ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;

380

ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ

δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,

πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,

385

πρὶν λύσασθ᾽ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;

ἀλλ᾽ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,

λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.

 

ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει

ῥάβδον ἔχουσ᾽ ἐν χειρί, θύρας δ᾽ ἀνέωιξε συφειοῦ,

390

ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.

οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι, ἡ δὲ δι᾽ αὐτῶν

ἐρχομένη προσάλειφεν ἑκάστωι φάρμακον ἄλλο.

τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε

φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·

395

ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,

καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.

ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος.

πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα

σμερδαλέον κονάβιζε· θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή.

 

400

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,

κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·

405

αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ,

βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῆι ἐρίηρας ἑταίρους

οἴκτρ᾽ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.

410

ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,

ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,

πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ᾽ ἔτι σηκοὶ

ἴσχουσ᾽, ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·

μητέρας· ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,

415

δακρυόεντες ἔχυντο· δόκησε δ᾽ ἄρα σφίσι θυμὸς

ὣς ἔμεν, ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν

τρηχείης Ἰθάκης, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο.

καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·

 

σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,

420

ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·

ἀλλ᾽ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.

 

ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·

νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,

κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·

425

αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,

ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης

πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.

 

ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.

Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·

430

καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

 

ἆ δειλοί, πόσ᾽ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;

Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας

ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,

οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκηι,

435

ὥς περ Κύκλωψ ἔρξ᾽, ὅτε οἱ μέσσαυλον ἵκοντο

ἡμέτεροι ἕταροι, σὺν δ᾽ ὁ θρασὺς εἵπετ᾽ Ὀδυσσεύς·

τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίηισιν ὄλοντο.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,

σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,

440

τῶι οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,

καὶ πηῶι περ ἐόντι μάλα σχεδόν· ἀλλά μ᾽ ἑταῖροι

μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·

 

διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,

αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·

445

ἡμῖν δ᾽ ἡγεμόνευ᾽ ἱερὰ πρὸς δώματα Κίρκης.

 

ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.

οὐδὲ μὲν Εὐρύλοχος κοίληι παρὰ νηὶ λέλειπτο,

ἀλλ᾽ ἕπετ᾽· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.

 

τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη

450

ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίωι,

ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·

δαινυμένους δ᾽ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.

οἱ δ᾽ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ᾽ ἐσάντα,

κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.

455

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·

 

μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ

ἠμὲν ὅσ᾽ ἐν πόντωι πάθετ᾽ ἄλγεα ἰχθυόεντι,

ἠδ᾽ ὅσ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου.

460

ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,

εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,

οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν

τρηχείης Ἰθάκης. νῦν δ᾽ ἀσκελέες καὶ ἄθυμοι,

αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθ᾽ ὕμιν

465

θυμὸς ἐν εὐφροσύνηι, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.

 

ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν

ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραι

470

μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα μακρὰ τελέσθη,

καὶ τότε μ᾽ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·

 

δαιμόνι᾽, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,

εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι

οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.

 

475

ὣς ἔφαν, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἥμεθα, δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ·

ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.

480

αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς

γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

 

ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,

οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,

485

ἠδ᾽ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ

ἀμφ᾽ ἔμ᾽ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.

 

ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

μηκέτι νῦν ἀέκοντες ἐμῶι ἐνὶ μίμνετε οἴκωι.

490

ἀλλ᾽ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι

εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,

ψυχῆι χρησομένους Θηβαίου Τειρεσίαο,

μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·

τῶι καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,

495

οἴωι πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.

 

ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·

κλαῖον δ᾽ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ

ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τ᾽ ἐκορέσθην,

500

καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·

 

ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;

εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνηι.

 

ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων·

διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

505

μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,

ἱστὸν δὲ στήσας, ἀνά θ᾽ ἱστία λευκὰ πετάσσας

ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρηισιν.

ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ νηὶ δι᾽ Ὠκεανοῖο περήσηις,

ἔνθ᾽ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,

510

μακραί τ᾽ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,

νῆα μὲν αὐτοῦ κέλσαι ἐπ᾽ Ὠκεανῶι βαθυδίνηι,

αὐτὸς δ᾽ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.

ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν

Κώκυτός θ᾽, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,

515

πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·

ἔνθα δ᾽ ἔπειθ᾽, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,

βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,

ἀμφ᾽ αὐτῶι δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,

πρῶτα μελικρήτωι, μετέπειτα δὲ ἡδέι οἴνωι,

520

τὸ τρίτον αὖθ᾽ ὕδατι· ἐπὶ δ᾽ ἄλφιτα λευκὰ παλύνειν.

πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,

ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,

ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,

Τειρεσίηι δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴωι

525

παμμέλαν᾽, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.

αὐτὰρ ἐπὴν εὐχῆισι λίσηι κλυτὰ ἔθνεα νεκρῶν,

ἔνθ᾽ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν

εἰς Ἔρεβος στρέψας, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι

ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ

530

ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.

δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι

μῆλα, τὰ δὴ κατάκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῶι,

δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,

ἰφθίμωι τ᾽ Ἀίδηι καὶ ἐπαινῆι Περσεφονείηι·

535

αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα

αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.

ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,

ὅς κέν τοι εἴπηισιν ὁδὸν καὶ μέτρα κελεύθου

540

νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.

 

ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·

αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ

545

καλὴν χρυσείην, κεφαλῆι δ᾽ ἐπέθηκε καλύπτρην.

αὐτὰρ ἐγὼ διὰ δώματ᾽ ἰὼν ὤτρυνον ἑταίρους

μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

 

μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,

ἀλλ᾽ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.

 

550

ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

οὐδὲ μὲν οὐδ᾽ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.

Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην

ἄλκιμος ἐν πολέμωι οὔτε φρεσὶν ἧισιν ἀρηρώς·

ὅς μοι ἄνευθ᾽ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,

555

ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.

κινυμένων δ᾽ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας

ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ἧισιν

ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,

ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν

560

ἀστραγάλων ἐάγη, ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθεν.

 

ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·

φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν

ἔρχεσθ᾽· ἄλλην δ᾽ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,

εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης

565

ψυχῆι χρησομένους Θηβαίου Τειρεσίαο.

 

ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,

ἑζόμενοι δὲ κατ᾽ αὖθι γόων τίλλοντό τε χαίτας·

ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.

 

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

570

ἤιομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,

τόφρα δ᾽ ἄρ᾽ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνηι

ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,

ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα

ὀφθαλμοῖσιν ἴδοιτ᾽ ἢ ἔνθ᾽ ἢ ἔνθα κιόντα;