Ὀ δ υ σ σ ε ί α ς θ
Ὀδυσσέως σύστασις
πρὸς Φαιάκας. |
|
|
Ἦμος δ᾽ ἠριγένεια φάνη
ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆς
ἱερὸν μένος Ἀλκινόοιο,
ἂν δ᾽ ἄρα διογενὴς
ὦρτο πτολίπορθος Ὀδυσσεύς.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽
ἱερὸν μένος Ἀλκινόοιο
|
5
|
Φαιήκων ἀγορήνδ᾽, ἥ
σφιν παρὰ νηυσὶ τέτυκτο.
ἐλθόντες δὲ καθῖζον
ἐπὶ ξεστοῖσι λίθοισι
πλησίον. ἡ δ᾽ ἀνὰ
ἄστυ μετώιχετο Παλλὰς Ἀθήνη
εἰδομένη κήρυκι
δαΐφρονος Ἀλκινόοιο,
νόστον Ὀδυσσῆι
μεγαλήτορι μητιόωσα,
|
10
|
καί ῥα ἑκάστωι φωτὶ
παρισταμένη φάτο μῦθον·
δεῦτ᾽ ἄγε, Φαιήκων
ἡγήτορες ἠδὲ μέδοντες,
εἰς ἀγορὴν ἰέναι,
ὄφρα ξείνοιο πύθησθε,
ὃς νέον Ἀλκινόοιο
δαΐφρονος ἵκετο δῶμα
πόντον ἐπιπλαγχθείς,
δέμας ἀθανάτοισιν ὁμοῖος.
|
15
|
ὣς εἰποῦσ᾽ ὤτρυνε
μένος καὶ θυμὸν ἑκάστου.
καρπαλίμως δ᾽
ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
ἀγρομένων· πολλοὶ δ᾽
ἄρ᾽ ἐθηήσαντο ἰδόντες
υἱὸν Λαέρταο
δαΐφρονα· τῶι δ᾽ ἄρ᾽ Ἀθήνη
θεσπεσίην κατέχευε
χάριν κεφαλῆι τε καὶ ὤμοις
|
20
|
καί μιν μακρότερον
καὶ πάσσονα θῆκεν ἰδέσθαι,
ὥς κεν Φαιήκεσσι
φίλος πάντεσσι γένοιτο
δεινός τ᾽ αἰδοῖός τε
καὶ ἐκτελέσειεν ἀέθλους
πολλούς, τοὺς Φαίηκες
ἐπειρήσαντ᾽ Ὀδυσῆος.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν
ὁμηγερέες τ᾽ ἐγένοντο,
|
25
|
τοῖσιν δ᾽ Ἀλκίνοος
ἀγορήσατο καὶ μετέειπε·
κέκλυτε, Φαιήκων
ἡγήτορες ἠδὲ μέδοντες,
ὄφρ᾽ εἴπω τά με θυμὸς
ἐνὶ στήθεσσι κελεύει.
ξεῖνος ὅδ᾽, οὐκ οἶδ᾽
ὅς τις, ἀλώμενος ἵκετ᾽ ἐμὸν δῶ,
ἠὲ πρὸς ἠοίων ἦ
ἑσπερίων ἀνθρώπων·
|
30
|
πομπὴν δ᾽ ὀτρύνει,
καὶ λίσσεται ἔμπεδον εἶναι.
ἡμεῖς δ᾽, ὡς τὸ πάρος
περ, ἐποτρυνώμεθα πομπήν.
οὐδὲ γὰρ οὐδέ τις
ἄλλος, ὅτις κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται,
ἐνθάδ᾽ ὀδυρόμενος
δηρὸν μένει εἵνεκα πομπῆς.
ἀλλ᾽ ἄγε νῆα μέλαιναν
ἐρύσσομεν εἰς ἅλα δῖαν
|
35
|
πρωτόπλοον, κούρω δὲ
δύω καὶ πεντήκοντα
κρινάσθων κατὰ δῆμον,
ὅσοι πάρος εἰσὶν ἄριστοι.
δησάμενοι δ᾽ ἐὺ
πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
ἔκβητ᾽· αὐτὰρ ἔπειτα
θοὴν ἀλεγύνετε δαῖτα
ἡμέτερόνδ᾽ ἐλθόντες·
ἐγὼ δ᾽ ἐὺ πᾶσι παρέξω.
|
40
|
κούροισιν μὲν ταῦτ᾽
ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
σκηπτοῦχοι βασιλῆες
ἐμὰ πρὸς δώματα καλὰ
ἔρχεσθ᾽, ὄφρα ξεῖνον
ἐνὶ μεγάροισι φιλέωμεν,
μηδέ τις ἀρνείσθω.
καλέσασθε δὲ θεῖον ἀοιδὸν
Δημόδοκον· τῶι γάρ ῥα
θεὸς πέρι δῶκεν ἀοιδὴν
|
45
|
τέρπειν, ὅππηι θυμὸς
ἐποτρύνηισιν ἀείδειν.
ὣς ἄρα φωνήσας
ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο
σκηπτοῦχοι· κῆρυξ δὲ
μετώιχετο θεῖον ἀοιδόν.
κούρω δὲ κρινθέντε
δύω καὶ πεντήκοντα
βήτην, ὡς ἐκέλευσ᾽,
ἐπὶ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο.
|
50
|
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα
κατήλυθον ἠδὲ θάλασσαν,
νῆα μὲν οἵ γε
μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ᾽ ἱστόν τ᾽
ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνηι,
ἠρτύναντο δ᾽ ἐρετμὰ
τροποῖς ἐν δερματίνοισι,
πάντα κατὰ μοῖραν,
ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν.
|
55
|
ὑψοῦ δ᾽ ἐν νοτίωι τήν
γ᾽ ὥρμισαν· αὐτὰρ ἔπειτα
βάν ῥ᾽ ἴμεν Ἀλκινόοιο
δαΐφρονος ἐς μέγα δῶμα.
πλῆντο δ᾽ ἄρ᾽
αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
ἀγρομένων· πολλοὶ δ᾽
ἄρ᾽ ἔσαν, νέοι ἠδὲ παλαιοί.
τοῖσιν δ᾽ Ἀλκίνοος
δυοκαίδεκα μῆλ᾽ ἱέρευσεν,
|
60
|
ὀκτὼ δ᾽ ἀργιόδοντας
ὕας, δύο δ᾽ εἰλίποδας βοῦς·
τοὺς δέρον ἀμφί θ᾽
ἕπον, τετύκοντό τε δαῖτ᾽ ἐρατεινήν.
κῆρυξ δ᾽ ἐγγύθεν
ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
τὸν πέρι μοῦσ᾽
ἐφίλησε, δίδου δ᾽ ἀγαθόν τε κακόν τε·
ὀφθαλμῶν μὲν ἄμερσε,
δίδου δ᾽ ἡδεῖαν ἀοιδήν.
|
65
|
τῶι δ᾽ ἄρα Ποντόνοος
θῆκε θρόνον ἀργυρόηλον
μέσσωι δαιτυμόνων,
πρὸς κίονα μακρὸν ἐρείσας·
κὰδ δ᾽ ἐκ πασσαλόφι
κρέμασεν φόρμιγγα λίγειαν
αὐτοῦ ὑπὲρ κεφαλῆς
καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
κῆρυξ· πὰρ δ᾽ ἐτίθει
κάνεον καλήν τε τράπεζαν,
|
70
|
πὰρ δὲ δέπας οἴνοιο,
πιεῖν ὅτε θυμὸς ἀνώγοι.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽
ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ
ἐδητύος ἐξ ἔρον ἕντο,
μοῦσ᾽ ἄρ᾽ ἀοιδὸν
ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
οἴμης τῆς τότ᾽ ἄρα
κλέος οὐρανὸν εὐρὺν ἵκανε,
|
75
|
νεῖκος Ὀδυσσῆος καὶ
Πηλεΐδεω Ἀχιλῆος,
ὥς ποτε δηρίσαντο
θεῶν ἐν δαιτὶ θαλείηι
ἐκπάγλοις ἐπέεσσιν,
ἄναξ δ᾽ ἀνδρῶν Ἀγαμέμνων
χαῖρε νόωι, ὅ τ᾽
ἄριστοι Ἀχαιῶν δηριόωντο.
ὣς γάρ οἱ χρείων
μυθήσατο Φοῖβος Ἀπόλλων
|
80
|
Πυθοῖ ἐν ἠγαθέηι, ὅθ᾽
ὑπέρβη λάινον οὐδὸν
χρησόμενος· τότε γάρ
ῥα κυλίνδετο πήματος ἀρχὴ
Τρωσί τε καὶ Δαναοῖσι
Διὸς μεγάλου διὰ βουλάς.
ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς
ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
πορφύρεον μέγα φᾶρος
ἑλὼν χερσὶ στιβαρῆισι
|
85
|
κὰκ κεφαλῆς εἴρυσσε,
κάλυψε δὲ καλὰ πρόσωπα·
αἴδετο γὰρ Φαίηκας
ὑπ᾽ ὀφρύσι δάκρυα λείβων.
ἦ τοι ὅτε λήξειεν
ἀείδων θεῖος ἀοιδός,
δάκρυ ὀμορξάμενος
κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
καὶ δέπας
ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
|
90
|
αὐτὰρ ὅτ᾽ ἂψ ἄρχοιτο
καὶ ὀτρύνειαν ἀείδειν
Φαιήκων οἱ ἄριστοι,
ἐπεὶ τέρποντ᾽ ἐπέεσσιν,
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα
καλυψάμενος γοάασκεν.
ἔνθ᾽ ἄλλους μὲν
πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος
ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν
|
95
|
ἥμενος ἄγχ᾽ αὐτοῦ,
βαρὺ δὲ στενάχοντος ἄκουσεν.
αἶψα δὲ Φαιήκεσσι
φιληρέτμοισι μετηύδα·
κέκλυτε, Φαιήκων
ἡγήτορες ἠδὲ μέδοντες.
ἤδη μὲν δαιτὸς
κεκορήμεθα θυμὸν ἐίσης
φόρμιγγός θ᾽, ἣ δαιτὶ
συνήορός ἐστι θαλείηι·
|
100
|
νῦν δ᾽ ἐξέλθωμεν καὶ
ἀέθλων πειρηθῶμεν
πάντων, ὥς χ᾽ ὁ
ξεῖνος ἐνίσπηι οἷσι φίλοισιν
οἴκαδε νοστήσας,
ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
πύξ τε παλαιμοσύνηι
τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
ὣς ἄρα φωνήσας
ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
|
105
|
κὰδ δ᾽ ἐκ πασσαλόφι
κρέμασεν φόρμιγγα λίγειαν,
Δημοδόκου δ᾽ ἕλε
χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
κῆρυξ· ἦρχε δὲ τῶι
αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Φαιήκων οἱ ἄριστοι,
ἀέθλια θαυμανέοντες.
βὰν δ᾽ ἴμεν εἰς
ἀγορήν, ἅμα δ᾽ ἕσπετο πουλὺς ὅμιλος,
|
110
|
μυρίοι· ἂν δ᾽ ἵσταντο
νέοι πολλοί τε καὶ ἐσθλοί.
ὦρτο μὲν Ἀκρόνεώς τε
καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
Ναυτεύς τε Πρυμνεύς
τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
Ποντεύς τε Πρωρεύς
τε, Θόων Ἀναβησίνεώς τε
Ἀμφίαλός θ᾽, υἱὸς
Πολυνήου Τεκτονίδαο·
|
115
|
ἂν δὲ καὶ Εὐρύαλος,
βροτολοιγῶι ἶσος Ἄρηϊ,
Ναυβολίδης, ὃς
ἄριστος ἔην εἶδός τε δέμας τε
πάντων Φαιήκων μετ᾽
ἀμύμονα Λαοδάμαντα.
ἂν δ᾽ ἔσταν τρεῖς
παῖδες ἀμύμονος Ἀλκινόοιο,
Λαοδάμας θ᾽ Ἅλιός τε
καὶ ἀντίθεος Κλυτόνηος.
|
120
|
οἱ δ᾽ ἦ τοι πρῶτον
μὲν ἐπειρήσαντο πόδεσσι.
τοῖσι δ᾽ ἀπὸ νύσσης
τέτατο δρόμος· οἱ δ᾽ ἅμα πάντες
καρπαλίμως ἐπέτοντο
κονίοντες πεδίοιο·
τῶν δὲ θέειν ὄχ᾽
ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
ὅσσον τ᾽ ἐν νειῶι
οὖρον πέλει ἡμιόνοιιν,
|
125
|
τόσσον ὑπεκπροθέων
λαοὺς ἵκεθ᾽, οἱ δ᾽ ἐλίποντο.
οἱ δὲ παλαιμοσύνης
ἀλεγεινῆς πειρήσαντο·
τῆι δ᾽ αὖτ᾽ Εὐρύαλος
ἀπεκαίνυτο πάντας ἀρίστους.
ἅλματι δ᾽ Ἀμφίαλος
πάντων προφερέστατος ἦεν·
δίσκωι δ᾽ αὖ πάντων
πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
|
130
|
πὺξ δ᾽ αὖ Λαοδάμας,
ἀγαθὸς πάϊς Ἀλκινόοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντες
ἐτέρφθησαν φρέν᾽ ἀέθλοις,
τοῖς ἄρα Λαοδάμας
μετέφη πάϊς Ἀλκινόοιο·
δεῦτε, φίλοι, τὸν
ξεῖνον ἐρώμεθα εἴ τιν᾽ ἄεθλον
οἶδέ τε καὶ δεδάηκε.
φυήν γε μὲν οὐ κακός ἐστι,
|
135
|
μηρούς τε κνήμας τε
καὶ ἄμφω χεῖρας ὕπερθεν
αὐχένα τε στιβαρὸν
μέγα τε σθένος· οὐδέ τι ἥβης
δεύεται, ἀλλὰ κακοῖσι
συνέρρηκται πολέεσσιν·
οὐ γὰρ ἐγώ γέ τί φημι
κακώτερον ἄλλο θαλάσσης
ἄνδρα γε συγχεῦαι, εἰ
καὶ μάλα καρτερὸς εἴη.
|
140
|
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος
ἀπαμείβετο φώνησέν τε·
Λαοδάμα, μάλα τοῦτο
ἔπος κατὰ μοῖραν ἔειπες.
αὐτὸς νῦν προκάλεσσαι
ἰὼν καὶ πέφραδε μῦθον.
αὐτὰρ ἐπεὶ τό γ᾽
ἄκουσ᾽ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
στῆ ῥ᾽ ἐς μέσσον ἰὼν
καὶ Ὀδυσσῆα προσέειπε·
|
145
|
δεῦρ᾽ ἄγε καὶ σύ,
ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
εἴ τινά που δεδάηκας·
ἔοικε δέ σ᾽ ἴδμεν ἀέθλους·
οὐ μὲν γὰρ μεῖζον
κλέος ἀνέρος ὄφρα κ᾽ ἔηισιν,
ἤ ὅ τι ποσσίν τε
ῥέξηι καὶ χερσὶν ἑῆισιν.
ἀλλ᾽ ἄγε πείρησαι,
σκέδασον δ᾽ ἀπὸ κήδεα θυμοῦ.
|
150
|
σοὶ δ᾽ ὁδὸς οὐκέτι
δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
νηῦς τε κατείρυσται
καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφη πολύμητις Ὀδυσσεύς·
Λαοδάμα, τί με ταῦτα
κελεύετε κερτομέοντες;
κήδεά μοι καὶ μᾶλλον
ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
|
155
|
ὃς πρὶν μὲν μάλα
πολλὰ πάθον καὶ πολλὰ μόγησα,
νῦν δὲ μεθ᾽ ὑμετέρηι
ἀγορῆι νόστοιο χατίζων
ἧμαι, λισσόμενος
βασιλῆά τε πάντα τε δῆμον.
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος
ἀπαμείβετο νείκεσέ τ᾽ ἄντην·
οὐ γάρ σ᾽ οὐδέ,
ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
|
160
|
ἄθλων, οἷά τε πολλὰ
μετ᾽ ἀνθρώποισι πέλονται,
ἀλλὰ τῶι, ὅς θ᾽ ἅμα
νηὶ πολυκλήιδι θαμίζων,
ἀρχὸς ναυτάων οἵ τε
πρηκτῆρες ἔασιν,
φόρτου τε μνήμων καὶ
ἐπίσκοπος ἦισιν ὁδαίων
κερδέων θ᾽ ἁρπαλέων·
οὐδ᾽ ἀθλητῆρι ἔοικας.
|
165
|
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα
ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
ξεῖν᾽, οὐ καλὸν
ἔειπες· ἀτασθάλωι ἀνδρὶ ἔοικας.
οὕτως οὐ πάντεσσι
θεοὶ χαρίεντα διδοῦσιν
ἀνδράσιν, οὔτε φυὴν
οὔτ᾽ ἂρ φρένας οὔτ᾽ ἀγορητύν.
ἄλλος μὲν γάρ τ᾽
εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
|
170
|
ἀλλὰ θεὸς μορφὴν
ἔπεσι στέφει, οἱ δέ τ᾽ ἐς αὐτὸν
τερπόμενοι
λεύσσουσιν· ὁ δ᾽ ἀσφαλέως ἀγορεύει
αἰδοῖ μειλιχίη, μετὰ
δὲ πρέπει ἀγρομένοισιν,
ἐρχόμενον δ᾽ ἀνὰ ἄστυ
θεὸν ὣς εἰσορόωσιν.
ἄλλος δ᾽ αὖ εἶδος μὲν
ἀλίγκιος ἀθανάτοισιν,
|
175
|
ἀλλ᾽ οὔ οἱ χάρις
ἀμφιπεριστέφεται ἐπέεσσιν,
ὡς καὶ σοὶ εἶδος μὲν
ἀριπρεπές, οὐδέ κεν ἄλλως
οὐδὲ θεὸς τεύξειε,
νόον δ᾽ ἀποφώλιός ἐσσι.
ὤρινάς μοι θυμὸν ἐνὶ
στήθεσσι φίλοισιν
εἰπὼν οὐ κατὰ κόσμον.
ἐγὼ δ᾽ οὐ νῆις ἀέθλων,
|
180
|
ὡς σύ γε μυθεῖαι,
ἀλλ᾽ ἐν πρώτοισιν ὀίω
ἔμμεναι, ὄφρ᾽ ἥβηι τε
πεποίθεα χερσί τ᾽ ἐμῆισι.
νῦν δ᾽ ἔχομαι
κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
ἀνδρῶν τε πτολέμους
ἀλεγεινά τε κύματα πείρων.
ἀλλὰ καὶ ὥς, κακὰ
πολλὰ παθών, πειρήσομ᾽ ἀέθλων·
|
185
|
θυμοδακὴς γὰρ μῦθος,
ἐπώτρυνας δέ με εἰπών.
ἦ ῥα καὶ αὐτῶι φάρει
ἀναΐξας λάβε δίσκον
μείζονα καὶ πάχετον,
στιβαρώτερον οὐκ ὀλίγον περ
ἢ οἵωι Φαίηκες
ἐδίσκεον ἀλλήλοισι.
τόν ῥα περιστρέψας
ἧκε στιβαρῆς ἀπὸ χειρός,
|
190
|
βόμβησεν δὲ λίθος·
κατὰ δ᾽ ἔπτηξαν ποτὶ γαίηι
Φαίηκες δολιχήρετμοι,
ναυσίκλυτοι ἄνδρες,
λᾶος ὑπὸ ῥιπῆς· ὁ δ᾽
ὑπέρπτατο σήματα πάντων
ῥίμφα θέων ἀπὸ
χειρός. ἔθηκε δὲ τέρματ᾽ Ἀθήνη
ἀνδρὶ δέμας ἐικυῖα,
ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
|
195
|
καί κ᾽ ἀλαός τοι,
ξεῖνε, διακρίνειε τὸ σῆμα
ἀμφαφόων, ἐπεὶ οὔ τι
μεμιγμένον ἐστὶν ὁμίλωι,
ἀλλὰ πολὺ πρῶτον. σὺ
δὲ θάρσει τόνδε γ᾽ ἄεθλον·
οὔ τις Φαιήκων τόδε
γ᾽ ἵξεται, οὐδ᾽ ὑπερήσει.
ὣς φάτο, γήθησεν δὲ
πολύτλας δῖος Ὀδυσσεύς,
|
200
|
χαὶρων, οὕνεχ᾽
ἑταῖρον ἐνηέα λεῦσσ᾽ ἐν ἀγῶνι.
καὶ τότε κουφότερον
μετεφώνεε Φαιήκεσσιν·
τοῦτον νῦν ἀφίκεσθε,
νέοι. τάχα δ᾽ ὕστερον ἄλλον
ἥσειν ἢ τοσσοῦτον
ὀίομαι ἢ ἔτι μᾶσσον.
τῶν δ᾽ ἄλλων ὅτινα
κραδίη θυμός τε κελεύει,
|
205
|
δεῦρ᾽ ἄγε πειρηθήτω,
ἐπεί μ᾽ ἐχολώσατε λίην,
ἢ πὺξ ἠὲ πάληι ἢ καὶ
ποσίν, οὔ τι μεγαίρω,
πάντων Φαιήκων, πλήν
γ᾽ αὐτοῦ Λαοδάμαντος.
ξεῖνος γάρ μοι ὅδ᾽
ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
ἄφρων δὴ κεῖνός γε
καὶ οὐτιδανὸς πέλει ἀνήρ,
|
210
|
ὅς τις ξεινοδόκωι
ἔριδα προφέρηται ἀέθλων
δήμωι ἐν ἀλλοδαπῶι·
ἕο δ᾽ αὐτοῦ πάντα κολούει.
τῶν δ᾽ ἄλλων οὔ πέρ
τιν᾽ ἀναίνομαι οὐδ᾽ ἀθερίζω,
ἀλλ᾽ ἐθέλω ἴδμεν καὶ
πειρηθήμεναι ἄντην.
πάντα γὰρ οὐ κακός
εἰμι, μετ᾽ ἀνδράσιν ὅσσοι ἄεθλοι·
|
215
|
εὖ μὲν τόξον οἶδα
ἐύξοον ἀμφαφάασθαι·
πρῶτός κ᾽ ἄνδρα
βάλοιμι ὀιστεύσας ἐν ὁμίλωι
ἀνδρῶν δυσμενέων, εἰ
καὶ μάλα πολλοὶ ἑταῖροι
ἄγχι παρασταῖεν καὶ
τοξαζοίατο φωτῶν.
οἶος δή με Φιλοκτήτης
ἀπεκαίνυτο τόξωι
|
220
|
δήμωι ἔνι Τρώων, ὅτε
τοξαζοίμεθ᾽ Ἀχαιοί.
τῶν δ᾽ ἄλλων ἐμέ φημι
πολὺ προφερέστερον εἶναι,
ὅσσοι νῦν βροτοί
εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
ἀνδράσι δὲ
προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
οὔθ᾽ Ἡρακλῆι οὔτ᾽
Εὐρύτωι Οιχαλιῆι,
|
225
|
οἵ ῥα καὶ ἀθανάτοισιν
ἐρίζεσκον περὶ τόξων.
τῶι ῥα καὶ αἶψ᾽
ἔθανεν μέγας Εὔρυτος, οὐδ᾽ ἐπὶ γῆρας
ἵκετ᾽ ἐνὶ μεγάροισι·
χολωσάμενος γὰρ Ἀπόλλων
ἔκτανεν, οὕνεκά μιν
προκαλίζετο τοξάζεσθαι.
δουρὶ δ᾽ ἀκοντίζω
ὅσον οὐκ ἄλλος τις ὀιστῶι.
|
230
|
οἴοισιν δείδοικα
ποσὶν μή τίς με παρέλθηι
Φαιήκων· λίην γὰρ
ἀεικελίως ἐδαμάσθην
κύμασιν ἐν πολλοῖς,
ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
ἦεν ἐπηετανός· τῶι
μοι φίλα γυῖα λέλυνται.
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα
πάντες ἀκὴν ἐγένοντο σιωπῆι.
|
235
|
Ἀλκίνοος δέ μιν οἶος
ἀμειβόμενος προσέειπεν·
ξεῖν᾽, ἐπεὶ οὐκ
ἀχάριστα μεθ᾽ ἡμῖν ταῦτ᾽ ἀγορεύεις,
ἀλλ᾽ ἐθέλεις ἀρετὴν
σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
χωόμενος ὅτι σ᾽ οὗτος
ἀνὴρ ἐν ἀγῶνι παραστὰς
νείκεσεν, ὡς ἂν σὴν
ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
|
240
|
ὅς τις ἐπίσταιτο ἧισι
φρεσὶν ἄρτια βάζειν·
ἀλλ᾽ ἄγε νῦν ἐμέθεν
ξυνίει ἔπος, ὄφρα καὶ ἄλλωι
εἴπηις ἡρώων, ὅτε κεν
σοῖς ἐν μεγάροισι
δαινύηι παρὰ σῆι τ᾽
ἀλόχωι καὶ σοῖσι τέκεσσιν,
ἡμετέρης ἀρετῆς
μεμνημένος, οἷα καὶ ἡμῖν
|
245
|
Ζεὺς ἐπὶ ἔργα τίθησι
διαμπερὲς ἐξ ἔτι πατρῶν.
οὐ γὰρ πυγμάχοι εἰμὲν
ἀμύμονες οὐδὲ παλαισταί,
ἀλλὰ ποσὶ κραιπνῶς
θέομεν καὶ νηυσὶν ἄριστοι,
αἰεὶ δ᾽ ἡμῖν δαίς τε
φίλη κίθαρις τε χοροί τε
εἵματά τ᾽ ἐξημοιβὰ
λοετρά τε θερμὰ καὶ εὐναί.
|
250
|
ἀλλ᾽ ἄγε, Φαιήκων
βητάρμονες ὅσσοι ἄριστοι,
παίσατε, ὥς χ᾽ ὁ
ξεῖνος ἐνίσπηι οἷσι φίλοισιν
οἴκαδε νοστήσας,
ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
ναυτιλίηι καὶ ποσσὶ
καὶ ὀρχηστυῖ καὶ ἀοιδῆι.
Δημοδόκωι δέ τις αἶψα
κιὼν φόρμιγγα λίγειαν
|
255
|
οἰσέτω, ἥ που κεῖται
ἐν ἡμετέροισι δόμοισιν.
ὣς ἔφατ᾽ Ἀλκίνοος
θεοείκελος, ὦρτο δὲ κῆρυξ
οἴσων φόρμιγγα
γλαφυρὴν δόμου ἐκ βασιλῆος.
αἰσυμνῆται δὲ κριτοὶ
ἐννέα πάντες ἀνέσταν
δήμιοι, οἳ κατ᾽
ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
|
260
|
λείηναν δὲ χορόν,
καλὸν δ᾽ εὔρυναν ἀγῶνα.
κῆρυξ δ᾽ ἐγγύθεν ἦλθε
φέρων φόρμιγγα λίγειαν
Δημοδόκωι· ὁ δ᾽
ἔπειτα κί᾽ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
πρωθῆβαι ἵσταντο,
δαήμονες ὀρχηθμοῖο,
πέπληγον δὲ χορὸν
θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
|
265
|
μαρμαρυγὰς θηεῖτο
ποδῶν, θαύμαζε δὲ θυμῶι.
αὐτὰρ ὁ φορμίζων
ἀνεβάλλετο καλὸν ἀείδειν
ἀμφ᾽ Ἄρεος φιλότητος
εὐστεφάνου τ᾽ Ἀφροδίτης,
ὡς τὰ πρῶτα μίγησαν
ἐν Ἡφαίστοιο δόμοισι
λάθρηι, πολλὰ δ᾽
ἔδωκε, λέχος δ᾽ ἤισχυνε καὶ εὐνὴν
|
270
|
Ἡφαίστοιο ἄνακτος.
ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
Ἥλιος, ὅ σφ᾽ ἐνόησε
μιγαζομένους φιλότητι.
Ἥφαιστος δ᾽ ὡς οὖν
θυμαλγέα μῦθον ἄκουσε,
βῆ ῥ᾽ ἴμεν ἐς
χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
ἐν δ᾽ ἔθετ᾽ ἀκμοθέτωι
μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
|
275
|
ἀρρήκτους ἀλύτους,
ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν.
αὐτὰρ ἐπεὶ δὴ τεῦξε
δόλον κεχολωμένος Ἄρει,
βῆ ῥ᾽ ἴμεν ἐς
θάλαμον, ὅθι οἱ φίλα δέμνι᾽ ἔκειτο,
ἀμφὶ δ᾽ ἄρ᾽ ἑρμῖσιν
χέε δέσματα κύκλωι ἁπάντηι·
πολλὰ δὲ καὶ
καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
|
280
|
ἠύτ᾽ ἀράχνια λεπτά,
τά γ᾽ οὔ κέ τις οὐδὲ ἴδοιτο,
οὐδὲ θεῶν μακάρων·
πέρι γὰρ δολόεντα τέτυκτο.
αὐτὰρ ἐπεὶ δὴ πάντα
δόλον περὶ δέμνια χεῦεν,
εἴσατ᾽ ἴμεν ἐς
Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
ἥ οἱ γαιάων πολὺ
φιλτάτη ἐστὶν ἁπασέων.
|
285
|
οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε
χρυσήνιος Ἄρης,
ὡς ἴδεν Ἥφαιστον
κλυτοτέχνην νόσφι κιόντα·
βῆ δ᾽ ἰέναι πρὸς δῶμα
περικλυτοῦ Ἡφαίστοιο
ἰσχανόων φιλότητος
ἐυστεφάνου Κυθερείης.
ἡ δὲ νέον παρὰ πατρὸς
ἐρισθενέος Κρονίωνος
|
290
|
ἐρχομένη κατ᾽ ἄρ᾽
ἕζεθ᾽· ὁ δ᾽ εἴσω δώματος ἤιει,
ἔν τ᾽ ἄρα οἱ φῦ
χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
δεῦρο, φίλη,
λέκτρονδε τραπείομεν εὐνηθέντες·
οὐ γὰρ ἔθ᾽ Ἥφαιστος
μεταδήμιος, ἀλλά που ἤδη
οἴχεται ἐς Λῆμνον
μετὰ Σίντιας ἀγριοφώνους.
|
295
|
ὣς φάτο, τῆι δ᾽
ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
τὼ δ᾽ ἐς δέμνια βάντε
κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
τεχνήεντες ἔχυντο
πολύφρονος Ἡφαίστοιο,
οὐδέ τι κινῆσαι
μελέων ἦν οὐδ᾽ ἀναεῖραι.
καὶ τότε δὴ
γίγνωσκον, ὅ τ᾽ οὐκέτι φυκτὰ πέλοντο.
|
300
|
ἀγχίμολον δέ σφ᾽ ἦλθε
περικλυτὸς ἀμφιγυήεις,
αὖτις ὑποστρέψας πρὶν
Λήμνου γαῖαν ἱκέσθαι·
Ἠέλιος γάρ οἱ σκοπιὴν
ἔχεν εἶπέ τε μῦθον.
βῆ δ᾽ ἴμεναι πρὸς
δῶμα φίλον τετιημένος ἦτορ·
ἔστη δ᾽ ἐν
προθύροισι, χόλος δέ μιν ἄγριος ἥιρει·
|
305
|
σμερδαλέον δ᾽ ἐβόησε,
γέγωνέ τε πᾶσι θεοῖσιν·
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι
μάκαρες θεοὶ αἰὲν ἐόντες,
δεῦθ᾽, ἵνα ἔργα
γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
ὡς ἐμὲ χωλὸν ἐόντα
Διὸς θυγάτηρ Ἀφροδίτη
αἰὲν ἀτιμάζει, φιλέει
δ᾽ ἀίδηλον Ἄρηα,
|
310
|
οὕνεχ᾽ ὁ μὲν καλός τε
καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
ἠπεδανὸς γενόμην.
ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
ἀλλὰ τοκῆε δύω, τὼ μὴ
γείνασθαι ὄφελλον.
ἀλλ᾽ ὄψεσθ᾽, ἵνα τώ
γε καθεύδετον ἐν φιλότητι
εἰς ἐμὰ δέμνια
βάντες, ἐγὼ δ᾽ ὁρόων ἀκάχημαι.
|
315
|
οὐ μέν σφεας ἔτ᾽
ἔολπα μίνυνθά γε κειέμεν οὕτως
καὶ μάλα περ
φιλέοντε· τάχ᾽ οὐκ ἐθελήσετον ἄμφω
εὕδειν· ἀλλά σφωε
δόλος καὶ δεσμὸς ἐρύξει,
εἰς ὅ κέ μοι μάλα
πάντα πατὴρ ἀποδῶισιν ἔεδνα,
ὅσσα οἱ ἐγγυάλιξα
κυνώπιδος εἵνεκα κούρης,
|
320
|
οὕνεκά οἱ καλὴ
θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
ὣς ἔφαθ᾽, οἱ δ᾽
ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
ἦλθε Ποσειδάων
γαιήοχος, ἦλθ᾽ ἐριούνης
Ἑρμείας, ἦλθεν δὲ
ἄναξ ἑκάεργος Ἀπόλλων.
θηλύτεραι δὲ θεαὶ
μένον αἰδοῖ οἴκοι ἑκάστη.
|
325
|
ἔσταν δ᾽ ἐν
προθύροισι θεοί, δωτῆρες ἑάων·
ἄσβεστος δ᾽ ἄρ᾽
ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
τέχνας εἰσορόωσι
πολύφρονος Ἡφαίστοιο.
ὧδε δέ τις εἴπεσκεν
ἰδὼν ἐς πλησίον ἄλλον·
οὐκ ἀρετᾶι κακὰ ἔργα·
κιχάνει τοι βραδὺς ὠκύν,
|
330
|
ὡς καὶ νῦν Ἥφαιστος
ἐὼν βραδὺς εἷλεν Ἄρηα
ὠκύτατόν περ ἐόντα
θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
χωλὸς ἐὼν τέχνηισι·
τὸ καὶ μοιχάγρι᾽ ὀφέλλει.
ὣς οἱ μὲν τοιαῦτα
πρὸς ἀλλήλους ἀγόρευον·
Ἑρμῆν δὲ προσέειπεν
ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
|
335
|
Ἑρμεία, Διὸς υἱέ,
διάκτορε, δῶτορ ἑάων,
ἦ ῥά κεν ἐν δεσμοῖς
ἐθέλοις κρατεροῖσι πιεσθεὶς
εὕδειν ἐν λέκτροισι
παρὰ χρυσέηι Ἀφροδίτηι;
τὸν δ᾽ ἠμείβετ᾽
ἔπειτα διάκτορος ἀργεϊφόντης·
αἲ γὰρ τοῦτο γένοιτο,
ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον·
|
340
|
δεσμοὶ μὲν τρὶς
τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
ὑμεῖς δ᾽ εἰσορόωιτε
θεοὶ πᾶσαί τε θέαιναι,
αὐτὰρ ἐγὼν εὕδοιμι
παρὰ χρυσέηι Ἀφροδίτηι.
ὣς ἔφατ᾽, ἐν δὲ γέλως
ὦρτ᾽ ἀθανάτοισι θεοῖσιν.
οὐδὲ Ποσειδάωνα γέλως
ἔχε, λίσσετο δ᾽ αἰεὶ
|
345
|
Ἥφαιστον κλυτοεργὸν
ὅπως λύσειεν Ἄρηα.
καί μιν φωνήσας ἔπεα
πτερόεντα προσηύδα·
λῦσον· ἐγὼ δέ τοι
αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
τίσειν αἴσιμα πάντα
μετ᾽ ἀθανάτοισι θεοῖσιν.
τὸν δ᾽ αὖτε προσέειπε
περικλυτὸς ἀμφιγυήεις·
|
350
|
μή με, Ποσείδαον
γαιήοχε, ταῦτα κέλευε·
δειλαί τοι δειλῶν γε
καὶ ἐγγύαι ἐγγυάασθαι.
πῶς ἂν ἐγώ σε δέοιμι
μετ᾽ ἀθανάτοισι θεοῖσιν,
εἴ κεν Ἄρης οἴχοιτο
χρέος καὶ δεσμὸν ἀλύξας;
τὸν δ᾽ αὖτε προσέειπε
Ποσειδάων ἐνοσίχθων·
|
355
|
Ἥφαιστ᾽, εἴ περ γάρ
κεν Ἄρης χρεῖος ὑπαλύξας
οἴχηται φεύγων, αὐτός
τοι ἐγὼ τάδε τίσω.
τὸν δ᾽ ἠμείβετ᾽
ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
οὐκ ἔστ᾽ οὐδὲ ἔοικε
τεὸν ἔπος ἀρνήσασθαι.
ὣς εἰπὼν δεσμὸν ἀνίει
μένος Ἡφαίστοιο.
|
360
|
τὼ δ᾽ ἐπεὶ ἐκ δεσμοῖο
λύθεν, κρατεροῦ περ ἐόντος,
αὐτίκ᾽ ἀναΐξαντε ὁ
μὲν Θρήικηνδε βεβήκει,
ἡ δ᾽ ἄρα Κύπρον ἵκανε
φιλομμειδὴς Ἀφροδίτη,
ἐς Πάφον· ἔνθα δέ οἱ
τέμενος βωμός τε θυήεις.
ἔνθα δέ μιν Χάριτες
λοῦσαν καὶ χρῖσαν ἐλαίωι
|
365
|
ἀμβρότωι, οἷα θεοὺς
ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμφὶ δὲ εἵματα ἕσσαν
ἐπήρατα, θαῦμα ἰδέσθαι.
ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς
ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
τέρπετ᾽ ἐνὶ φρεσὶν
ἧισιν ἀκούων ἠδὲ καὶ ἄλλοι
Φαίηκες δολιχήρετμοι,
ναυσίκλυτοι ἄνδρες.
|
370
|
Ἀλκίνοος δ᾽ Ἅλιον καὶ
Λαοδάμαντα κέλευσεν
μουνὰξ ὀρχήσασθαι,
ἐπεί σφισιν οὔ τις ἔριζεν.
οἱ δ᾽ ἐπεὶ οὖν
σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
πορφυρέην, τήν σφιν
Πόλυβος ποίησε δαΐφρων,
τὴν ἕτερος ῥίπτασκε
ποτὶ νέφεα σκιόεντα
|
375
|
ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽
ἀπὸ χθονὸς ὑψόσ᾽ ἀερθεὶς
ῥηιδίως μεθέλεσκε,
πάρος ποσὶν οὖδας ἱκέσθαι.
αὐτὰρ ἐπεὶ δὴ σφαίρηι
ἀν᾽ ἰθὺν πειρήσαντο,
ὠρχείσθην δὴ ἔπειτα
ποτὶ χθονὶ πουλυβοτείρηι
ταρφέ᾽ ἀμειβομένω·
κοῦροι δ᾽ ἐπελήκεον ἄλλοι
|
380
|
ἑστεῶτες κατ᾽ ἀγῶνα,
πολὺς δ᾽ ὑπὸ κόμπος ὀρώρει.
δὴ τότ᾽ ἄρ᾽ Ἀλκίνοον
προσεφώνεε δῖος Ὀδυσσεύς·
Ἀλκίνοε κρεῖον,
πάντων ἀριδείκετε λαῶν,
ἠμὲν ἀπείλησας
βητάρμονας εἶναι ἀρίστους,
ἠδ᾽ ἄρ᾽ ἑτοῖμα
τέτυκτο· σέβας μ᾽ ἔχει εἰσορόωντα.
|
385
|
ὣς φάτο, γήθησεν δ᾽
ἱερὸν μένος Ἀλκινόοιο,
αἶψα δὲ Φαιήκεσσι
φιληρέτμοισι μετηύδα·
κέκλυτε, Φαιήκων
ἡγήτορες ἠδὲ μέδοντες.
ὁ ξεῖνος μάλα μοι
δοκέει πεπνυμένος εἶναι.
ἀλλ᾽ ἄγε οἱ δῶμεν
ξεινήιον, ὡς ἐπιεικές.
|
390
|
δώδεκα γὰρ κατὰ δῆμον
ἀριπρεπέες βασιλῆες
ἀρχοὶ κραίνουσι,
τρισκαιδέκατος δ᾽ ἐγὼ αὐτός·
τῶν οἱ ἕκαστος φᾶρος
ἐυπλυνὲς ἠδὲ χιτῶνα
καὶ χρυσοῖο τάλαντον
ἐνείκατε τιμήεντος.
αἶψα δὲ πάντα φέρωμεν
ἀολλέα, ὄφρ᾽ ἐνὶ χερσὶν
|
395
|
ξεῖνος ἔχων ἐπὶ
δόρπον ἴηι χαίρων ἐνὶ θυμῶι.
Εὐρύαλος δέ ἑ αὐτὸν
ἀρεσσάσθω ἐπέεσσι
καὶ δώρωι, ἐπεὶ οὔ τι
ἔπος κατὰ μοῖραν ἔειπεν.
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα
πάντες ἐπήινεον ἠδ᾽ ἐκέλευον,
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι
πρόεσαν κήρυκα ἕκαστος.
|
400
|
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος
ἀπαμείβετο φώνησέν τε·
Ἀλκίνοε κρεῖον,
πάντων ἀριδείκετε λαῶν,
τοιγὰρ ἐγὼ τὸν ξεῖνον
ἀρέσσομαι, ὡς σὺ κελεύεις.
δώσω οἱ τόδ᾽ ἄορ
παγχάλκεον, ὧι ἔπι κώπη
ἀργυρέη, κολεὸν δὲ
νεοπρίστου ἐλέφαντος
|
405
|
ἀμφιδεδίνηται· πολέος
δέ οἱ ἄξιον ἔσται.
ὣς εἰπὼν ἐν χερσὶ
τίθει ξίφος ἀργυρόηλον
καί μιν φωνήσας ἔπεα
πτερόεντα προσηύδα·
χαῖρε, πάτερ ὦ ξεῖνε·
ἔπος δ᾽ εἴ πέρ τι βέβακται
δεινόν, ἄφαρ τὸ
φέροιεν ἀναρπάξασαι ἄελλαι.
|
410
|
σοὶ δὲ θεοὶ ἄλοχόν τ᾽
ἰδέειν καὶ πατρίδ᾽ ἱκέσθαι
δοῖεν, ἐπεὶ δὴ δηθὰ
φίλων ἄπο πήματα πάσχεις.
τὸν δ᾽ ἀπαμειβόμενος
προσέφη πολύμητις Ὀδυσσεύς·
καὶ σὺ φίλος μάλα
χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
μηδέ τι τοι ξίφεός γε
ποθὴ μετόπισθε γένοιτο
|
415
|
τούτου, ὃ δή μοι
δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισι
θέτο ξίφος ἀργυρόηλον.
δύσετό τ᾽ ἠέλιος, καὶ
τῶι κλυτὰ δῶρα παρῆεν.
καὶ τά γ᾽ ἐς
Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
δεξάμενοι δ᾽ ἄρα
παῖδες ἀμύμονος Ἀλκινόοιο
|
420
|
μητρὶ παρ᾽ αἰδοίηι
ἔθεσαν περικαλλέα δῶρα.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽
ἱερὸν μένος Ἀλκινόοιο,
ἐλθόντες δὲ καθῖζον
ἐν ὑψηλοῖσι θρόνοισι.
δή ῥα τότ᾽ Ἀρήτην
προσέφη μένος Ἀλκινόοιο·
δεῦρο, γύναι, φέρε
χηλὸν ἀριπρεπέ᾽, ἥ τις ἀρίστη·
|
425
|
ἐν δ᾽ αὐτὴ θὲς φᾶρος
ἐυπλυνὲς ἠδὲ χιτῶνα.
ἀμφὶ δέ οἱ πυρὶ
χαλκὸν ἰήνατε, θέρμετε δ᾽ ὕδωρ,
ὄφρα λοεσσάμενός τε
ἰδών τ᾽ ἐὺ κείμενα πάντα
δῶρα, τά οἱ Φαίηκες
ἀμύμονες ἐνθάδ᾽ ἔνεικαν,
δαιτί τε τέρπηται καὶ
ἀοιδῆς ὕμνον ἀκούων.
|
430
|
καί οἱ ἐγὼ τόδ᾽
ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
χρύσεον, ὄφρ᾽ ἐμέθεν
μεμνημένος ἤματα πάντα
σπένδηι ἐνὶ μεγάρωι
Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν.
ὣς ἔφατ᾽, Ἀρήτη δὲ
μετὰ δμωιῆισιν ἔειπεν
ἀμφὶ πυρὶ στῆσαι
τρίποδα μέγαν ὅττι τάχιστα.
|
435
|
αἱ δὲ λοετροχόον
τρίποδ᾽ ἵστασαν ἐν πυρὶ κηλέωι,
ἔν δ᾽ ἄρ᾽ ὕδωρ ἔχεαν,
ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
γάστρην μὲν τρίποδος
πῦρ ἄμφεπε, θέρμετο δ᾽ ὕδωρ·
τόφρα δ᾽ ἄρ᾽ Ἀρήτη
ξείνωι περικαλλέα χηλὸν
ἐξέφερεν θαλάμοιο,
τίθει δ᾽ ἐνὶ κάλλιμα δῶρα,
|
440
|
ἐσθῆτα χρυσόν τε, τά
οἱ Φαίηκες ἔδωκαν·
ἐν δ᾽ αὐτὴ φᾶρος
θῆκεν καλόν τε χιτῶνα,
καί μιν φωνήσασ᾽ ἔπεα
πτερόεντα προσηύδα·
αὐτὸς νῦν ἴδε πῶμα,
θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλον,
μή τίς τοι καθ᾽ ὁδὸν
δηλήσεται, ὁππότ᾽ ἂν αὖτε
|
445
|
εὕδηισθα γλυκὺν ὕπνον
ἰὼν ἐν νηὶ μελαίνηι.
αὐτὰρ ἐπεὶ τό γ᾽
ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
αὐτίκ᾽ ἐπήρτυε πῶμα,
θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλεν
ποικίλον, ὅν ποτέ μιν
δέδαε φρεσὶ πότνια Κίρκη·
αὐτόδιον δ᾽ ἄρα μιν
ταμίη λούσασθαι ἀνώγει
|
450
|
ἔς ῥ᾽ ἀσάμινθον
βάνθ᾽· ὁ δ᾽ ἄρ ἀσπασίως ἴδε θυμῶι
θερμὰ λοέτρ᾽, ἐπεὶ οὔ
τι κομιζόμενός γε θάμιζεν,
ἐπεὶ δὴ λίπε δῶμα
Καλυψοῦς ἠυκόμοιο.
τόφρα δέ οἱ κομιδή γε
θεῶι ὣς ἔμπεδος ἦεν.
τὸν δ᾽ ἐπεὶ οὖν
δμωιαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίωι,
|
455
|
ἀμφὶ δέ μιν χλαῖναν
καλὴν βάλον ἠδὲ χιτῶνα,
ἔκ ῥ᾽ ἀσαμίνθου βὰς
ἄνδρας μέτα οἰνοποτῆρας
ἤιε· Ναυσικάα δὲ θεῶν
ἄπο κάλλος ἔχουσα
στῆ ῥα παρὰ σταθμὸν
τέγεος πύκα ποιητοῖο,
θαύμαζεν δ᾽ Ὀδυσῆα ἐν
ὀφθαλμοῖσιν ὁρῶσα,
|
460
|
καί μιν φωνήσασ᾽ ἔπεα
πτερόεντα προσηύδα·
χαῖρε, ξεῖν᾽, ἵνα καί
ποτ᾽ ἐὼν ἐν πατρίδι γαίηι
μνήσηι ἐμεῦ, ὅτι μοι
πρώτηι ζωάγρι᾽ ὀφέλλεις.
τὴν δ᾽ ἀπαμειβόμενος
προσέφη πολύμητις Ὀδυσσεύς.
Ναυσικάα θύγατερ
μεγαλήτορος Ἀλκινόοιο,
|
465
|
οὕτω νῦν Ζεὺς θείη,
ἐρίγδουπος πόσις Ἥρης,
οἴκαδέ τ᾽ ἐλθέμεναι
καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
τῶι κέν τοι καὶ κεῖθι
θεῶι ὣς εὐχετοώιμην
αἰεὶ ἤματα πάντα· σὺ
γάρ μ᾽ ἐβιώσαο, κούρη.
ἦ ῥα καὶ ἐς θρόνον
ἷζε παρ᾽ Ἀλκίνοον βασιλῆα·
|
470
|
οἱ δ᾽ ἤδη μοίρας τ᾽
ἔνεμον κερόωντό τε οἶνον.
κῆρυξ δ᾽ ἐγγύθεν
ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
Δημόδοκον λαοῖσι
τετιμένον· εἷσε δ᾽ ἄρ᾽ αὐτὸν
μέσσωι δαιτυμόνων,
πρὸς κίονα μακρὸν ἐρείσας.
δὴ τότε κήρυκα
προσέφη πολύμητις Ὀδυσσεύς,
|
475
|
νώτου ἀποπροταμών,
ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
ἀργιόδοντος ὑός,
θαλερὴ δ᾽ ἦν ἀμφὶς ἀλοιφή·
κῆρυξ, τῆ δή, τοῦτο
πόρε κρέας, ὄφρα φάγηισιν,
Δημοδόκωι· καί μιν
προσπτύξομαι ἀχνύμενός περ·
πᾶσι γὰρ ἀνθρώποισιν
ἐπιχθονίοισιν ἀοιδοὶ
|
480
|
τιμῆς ἔμμοροί εἰσι
καὶ αἰδοῦς, οὕνεκ᾽ ἄρα σφέας
οἴμας μοῦσ᾽ ἐδίδαξε,
φίλησε δὲ φῦλον ἀοιδῶν.
ὣς ἄρ᾽ ἔφη, κῆρυξ δὲ
φέρων ἐν χερσὶν ἔθηκεν
ἥρωι Δημοδόκωι· ὁ δ᾽
ἐδέξατο, χαῖρε δὲ θυμῶι.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽
ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
|
485
|
αὐτὰρ ἐπεὶ πόσιος καὶ
ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Δημόδοκον
προσέφη πολύμητις Ὀδυσσεύς·
Δημόδοκ᾽, ἔξοχα δή σε
βροτῶν αἰνίζομ᾽ ἁπάντων.
ἢ σέ γε μοῦσ᾽
ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γ᾽ Ἀπόλλων·
λίην γὰρ κατὰ κόσμον
Ἀχαιῶν οἶτον ἀείδεις,
|
490
|
ὅσσ᾽ ἔρξαν τ᾽ ἔπαθόν
τε καὶ ὅσσ᾽ ἐμόγησαν Ἀχαιοί,
ὥς τέ που ἢ αὐτὸς
παρεὼν ἢ ἄλλου ἀκούσας.
ἀλλ᾽ ἄγε δὴ μετάβηθι
καὶ ἵππου κόσμον ἄεισον
δουρατέου, τὸν Ἐπειὸς
ἐποίησεν σὺν Ἀθήνηι,
ὅν ποτ᾽ ἐς ἀκρόπολιν
δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
|
495
|
ἀνδρῶν ἐμπλήσας οἵ ῥ᾽
Ἴλιον ἐξαλάπαξαν.
αἴ κεν δή μοι ταῦτα
κατὰ μοῖραν καταλέξηις,
αὐτίκ᾽ ἐγὼ πᾶσιν
μυθήσομαι ἀνθρώποισιν,
ὡς ἄρα τοι πρόφρων
θεὸς ὤπασε θέσπιν ἀοιδήν.
ὣς φάθ᾽, ὁ δ᾽
ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ᾽ ἀοιδήν,
|
500
|
ἔνθεν ἑλὼν ὡς οἱ μὲν
ἐυσσέλμων ἐπὶ νηῶν
βάντες ἀπέπλειον, πῦρ
ἐν κλισίηισι βαλόντες,
Ἀργεῖοι, τοὶ δ᾽ ἤδη
ἀγακλυτὸν ἀμφ᾽ Ὀδυσῆα
ἥατ᾽ ἐνὶ Τρώων ἀγορῆι
κεκαλυμμένοι ἵππωι·
αὐτοὶ γάρ μιν Τρῶες
ἐς ἀκρόπολιν ἐρύσαντο.
|
505
|
ὣς ὁ μὲν ἑστήκει, τοὶ
δ᾽ ἄκριτα πόλλ᾽ ἀγόρευον
ἥμενοι ἀμφ᾽ αὐτόν·
τρίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπλῆξαι κοῖλον
δόρυ νηλέι χαλκῶι,
ἢ κατὰ πετράων
βαλέειν ἐρύσαντας ἐπ᾽ ἄκρης,
ἢ ἐάαν μέγ᾽ ἄγαλμα
θεῶν θελκτήριον εἶναι,
|
510
|
τῆι περ δὴ καὶ ἔπειτα
τελευτήσεσθαι ἔμελλεν·
αἶσα γὰρ ἦν
ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψηι
δουράτεον μέγαν
ἵππον, ὅθ᾽ ἥατο πάντες ἄριστοι
Ἀργείων Τρώεσσι φόνον
καὶ κῆρα φέροντες.
ἤειδεν δ᾽ ὡς ἄστυ
διέπραθον υἷες Ἀχαιῶν
|
515
|
ἱππόθεν ἐκχύμενοι,
κοῖλον λόχον ἐκπρολιπόντες.
ἄλλον δ᾽ ἄλληι ἄειδε
πόλιν κεραϊζέμεν αἰπήν,
αὐτὰρ Ὀδυσσῆα προτὶ
δώματα Δηιφόβοιο
βήμεναι, ἠύτ᾽ Ἄρηα
σὺν ἀντιθέωι Μενελάωι.
κεῖθι δὴ αἰνότατον
πόλεμον φάτο τολμήσαντα
|
520
|
νικῆσαι καὶ ἔπειτα
διὰ μεγάθυμον Ἀθήνην.
ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς
ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
τήκετο, δάκρυ δ᾽
ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
ὡς δὲ γυνὴ κλαίηισι
φίλον πόσιν ἀμφιπεσοῦσα,
ὅς τε ἑῆς πρόσθεν
πόλιος λαῶν τε πέσηισιν,
|
525
|
ἄστεϊ καὶ τεκέεσσιν
ἀμύνων νηλεὲς ἦμαρ·
ἡ μὲν τὸν θνήσκοντα
καὶ ἀσπαίροντα ἰδοῦσα
ἀμφ᾽ αὐτῶι χυμένη
λίγα κωκύει· οἱ δέ τ᾽ ὄπισθε
κόπτοντες δούρεσσι
μετάφρενον ἠδὲ καὶ ὤμους
εἴρερον εἰσανάγουσι,
πόνον τ᾽ ἐχέμεν καὶ ὀιζύν·
|
530
|
τῆς δ᾽ ἐλεεινοτάτωι
ἄχεϊ φθινύθουσι παρειαί·
ὣς Ὀδυσεὺς ἐλεεινὸν
ὑπ᾽ ὀφρύσι δάκρυον εἶβεν.
ἔνθ᾽ ἄλλους μὲν
πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος
ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν,
ἥμενος ἄγχ᾽ αὐτοῦ,
βαρὺ δὲ στενάχοντος ἄκουσεν.
|
535
|
αἶψα δὲ Φαιήκεσσι
φιληρέτμοισι μετηύδα·
κέκλυτε, Φαιήκων
ἡγήτορες ἠδὲ μέδοντες,
Δημόδοκος δ᾽ ἤδη
σχεθέτω φόρμιγγα λίγειαν·
οὐ γάρ πως πάντεσσι
χαριζόμενος τάδ᾽ ἀείδει.
ἐξ οὗ δορπέομέν τε
καὶ ὤρορε θεῖος ἀοιδός,
|
540
|
ἐκ τοῦ δ᾽ οὔ πω
παύσατ᾽ ὀιζυροῖο γόοιο
ὁ ξεῖνος· μάλα πού
μιν ἄχος φρένας ἀμφιβέβηκεν.
ἀλλ᾽ ἄγ᾽ ὁ μὲν
σχεθέτω, ἵν᾽ ὁμῶς τερπώμεθα πάντες,
ξεινοδόκοι καὶ
ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
εἵνεκα γὰρ ξείνοιο
τάδ᾽ αἰδοίοιο τέτυκται,
|
545
|
πομπὴ καὶ φίλα δῶρα,
τά οἱ δίδομεν φιλέοντες.
ἀντὶ κασιγνήτου
ξεῖνός θ᾽ ἱκέτης τε τέτυκται
ἀνέρι, ὅς τ᾽ ὀλίγον
περ ἐπιψαύηι πραπίδεσσι.
τῶι νῦν μηδὲ σὺ κεῦθε
νοήμασι κερδαλέοισιν
ὅττι κέ σ᾽ εἴρωμαι·
φάσθαι δέ σε κάλλιόν ἐστιν.
|
550
|
εἴπ᾽ ὄνομ᾽ ὅττι σε
κεῖθι κάλεον μήτηρ τε πατήρ τε
ἄλλοι θ᾽ οἳ κατὰ ἄστυ
καὶ οἳ περιναιετάουσιν.
οὐ μὲν γάρ τις πάμπαν
ἀνώνυμός ἐστ᾽ ἀνθρώπων,
οὐ κακὸς οὐδὲ μὲν
ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
ἀλλ᾽ ἐπὶ πᾶσι
τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
|
555
|
εἰπὲ δέ μοι γαῖάν τε·
τεὴν δῆμόν τε πόλιν τε,
ὄφρα σε τῆι πέμπωσι
τιτυσκόμεναι φρεσὶ νῆες·
οὐ γὰρ Φαιήκεσσι
κυβερνητῆρες ἔασιν,
οὐδέ τι πηδάλι᾽ ἔστι,
τά τ᾽ ἄλλαι νῆες ἔχουσιν·
ἀλλ᾽ αὐταὶ ἴσασι
νοήματα καὶ φρένας ἀνδρῶν,
|
560
|
καὶ πάντων ἴσασι
πόλιας καὶ πίονας ἀγροὺς
ἀνθρώπων, καὶ λαῖτμα
τάχισθ᾽ ἁλὸς ἐκπερόωσιν
ἠέρι καὶ νεφέληι
κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
οὔτε τι πημανθῆναι
ἔπι δέος οὔτ᾽ ἀπολέσθαι.
ἀλλὰ τόδ᾽ ὥς ποτε
πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
|
565
|
Ναυσιθόου, ὃς ἔφασκε
Ποσειδάων᾽ ἀγάσασθαι
ἡμῖν, οὕνεκα πομποὶ
ἀπήμονές εἰμεν ἁπάντων.
φῆ ποτὲ Φαιήκων
ἀνδρῶν ἐυεργέα νῆα
ἐκ πομπῆς ἀνιοῦσαν ἐν
ἠεροειδέι πόντωι
ῥαισέμεναι, μέγα δ᾽
ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
|
570
|
ὣς ἀγόρευ᾽ ὁ γέρων·
τὰ δέ κεν θεὸς ἢ τελέσειεν
ἤ κ᾽ ἀτέλεστ᾽ εἴη, ὥς
οἱ φίλον ἔπλετο θυμῶι·
ἀλλ᾽ ἄγε μοι τόδε
εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ὅππηι ἀπεπλάγχθης τε
καὶ ἅς τινας ἵκεο χώρας
ἀνθρώπων, αὐτούς τε
πόλιάς τ᾽ ἐὺ ναιετοώσας,
|
575
|
ἠμὲν ὅσοι χαλεποί τε
καὶ ἄγριοι οὐδὲ δίκαιοι,
οἵ τε φιλόξεινοι, καί
σφιν νόος ἐστὶ θεουδής.
εἰπὲ δ᾽ ὅ τι κλαίεις
καὶ ὀδύρεαι ἔνδοθι θυμῶι
Ἀργείων Δαναῶν ἠδ᾽
Ἰλίου οἶτον ἀκούων.
τὸν δὲ θεοὶ μὲν
τεῦξαν, ἐπεκλώσαντο δ᾽ ὄλεθρον
|
580
|
ἀνθρώποις, ἵνα ἦισι
καὶ ἐσσομένοισιν ἀοιδή.
ἦ τίς τοι καὶ πηὸς
ἀπέφθιτο Ἰλιόθι πρὸ
ἐσθλὸς ἐών, γαμβρὸς ἢ
πενθερός, οἵ τε μάλιστα
κήδιστοι τελέθουσι
μεθ᾽ αἷμά τε καὶ γένος αὐτῶν;
ἦ τίς που καὶ ἑταῖρος
ἀνὴρ κεχαρισμένα εἰδώς,
|
585
|
ἐσθλός; ἐπεὶ οὐ μέν
τι κασιγνήτοιο χερείων
γίγνεται, ὅς κεν
ἑταῖρος ἐὼν πεπνυμένα εἰδῆι.
|