Chant II

Remonter

   

Ὀ δ υ σ σ ε ί α ς   β

 Ἰθακησίων ἀγορά.

Τηλεμάχου ἀποδημία.

 
 

μος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς

εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμωι,

ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

5

βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῶι ἐναλίγκιος ἄντην.

αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

κηρύσσειν ἀγορήν δε κάρηκομόωντας Ἀχαιούς.

οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.

αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,

10

βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν, παλάμηι δ᾽ ἔχε χάλκεον ἔγχος,

οὐκ οἶος, ἅμα τῶι γε δύω κύνες ἀργοὶ ἕποντο.

θεσπεσίην δ᾽ ἄρα τῶι γε χάριν κατέχευεν Ἀθήνη.

τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·

ἕζετο δ᾽ ἐν πατρὸς θώκωι, εἶξαν δὲ γέροντες.

15

τοῖσι δ᾽ ἔπειθ᾽ ἥρως Αἰγύπτιος ἦρχ᾽ ἀγορεύειν,

ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ἤιδη.

καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ᾽ ἀντιθέωι Ὀδυσῆι

Ἴλιον εἰς ἐύπωλον ἔβη κοίληις ἐνὶ νηυσίν,

Ἄντιφος αἰχμητής· τὸν δ᾽ ἄγριος ἔκτανε Κύκλωψ

20

ἐν σπῆι γλαφυρῶι, πύματον δ᾽ ὡπλίσσατο δόρπον.

τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,

Εὐρύνομος, δύο δ᾽ αἰὲν ἔχον πατρώια ἔργα.

ἀλλ᾽ οὐδ᾽ ὣς τοῦ λήθετ᾽ ὀδυρόμενος καὶ ἀχεύων.

τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·

 

25

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

οὔτε ποθ᾽ ἡμετέρη ἀγορὴ γένετ᾽ οὔτε θόωκος

ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίληις ἐνὶ νηυσί.

νῦν δὲ τίς ὧδ᾽ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει

ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;

30

ἠέ τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,

ἥν χ᾽ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;

ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ᾽ ἀγορεύει;

ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῶι

Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ἧισι μενοινᾶι.

 

35

ὣς φάτο, χαῖρε δὲ φήμηι Ὀδυσσῆος φίλος υἱός,

οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἧστο, μενοίνησεν δ᾽ ἀγορεύειν,

στῆ δὲ μέσηι ἀγορῆι· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ

κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.

πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·

 

40

ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ᾽ εἴσεαι αὐτός,

ὃς λαὸν ἤγειρα· μάλιστα δέ μ᾽ ἄλγος ἱκάνει.

οὔτε τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,

ἥν χ᾽ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,

οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ᾽ ἀγορεύω,

45

ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκωι

δοιά· τὸ μὲν πατέρ᾽ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ᾽ ἐν ὑμῖν

τοίσδεσσιν βασίλευε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν·

νῦν δ᾽ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα

πάγχυ διαρραίσει, βίοτον δ᾽ ἀπὸ πάμπαν ὀλέσσει.

50

μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσηι,

τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ᾽ εἰσὶν ἄριστοι,

οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι

Ἰκαρίου, ὥς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα,

δοίη δ᾽ ὧι κ᾽ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·

55

οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας

εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον

μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,

οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

60

ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα

λευγαλέοι τ᾽ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.

ἦ τ᾽ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.

οὐ γὰρ ἔτ᾽ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ᾽ ἔτι καλῶς

οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,

65

ἄλλους τ᾽ αἰδέσθητε περικτίονας ἀνθρώπους,

οἳ περιναιετάουσι· θεῶν δ᾽ ὑποδείσατε μῆνιν,

μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.

λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,

ἥ τ᾽ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·

70

σχέσθε, φίλοι, καί μ᾽ οἶον ἐάσατε πένθεϊ λυγρῶι

τείρεσθ᾽, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς

δυσμενέων κάκ᾽ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,

τῶν μ᾽ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,

τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη

75

ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.

εἴ χ᾽ ὑμεῖς γε φάγοιτε, τάχ᾽ ἄν ποτε καὶ τίσις εἴη·

τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθωι

χρήματ᾽ ἀπαιτίζοντες, ἕως κ᾽ ἀπὸ πάντα δοθείη·

νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῶι.

 

80

ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίηι

δάκρυ᾽ ἀναπρήσας· οἶκτος δ᾽ ἕλε λαὸν ἅπαντα.

ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη

Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·

Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·

 

85

Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες

ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.

σοὶ δ᾽ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,

ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.

ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ᾽ εἶσι τέταρτον,

90

ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστωι

ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾶι.

ἡ δὲ δόλον τόνδ᾽ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·

στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

95

λεπτὸν καὶ περίμετρον· ἄφαρ δ᾽ ἡμῖν μετέειπε·

 

κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος

ἐκτελέσω, μή μοι μεταμώνια νήματ᾽ ὄληται,

Λαέρτηι ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν

100

μοῖρ᾽ ὀλοὴ καθέληισι τανηλεγέος θανάτοιο,

μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσηι.

αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας᾽.

 

ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

105

νύκτας δ᾽ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.

ὣς τρίετες μὲν ἔληθε δόλωι καὶ ἔπειθεν Ἀχαιούς·

ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ἤιδη,

καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.

110

ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ᾽ ὑπ᾽ ἀνάγκης·

σοὶ δ᾽ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν᾽ εἰδῆις

αὐτὸς σῶι θυμῶι, εἰδῶσι δὲ πάντες Ἀχαιοί·

μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι

τῶι ὅτεώι τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῆι.

115

εἰ δ᾽ ἔτ᾽ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,

τὰ φρονέουσ᾽ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη

ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς

κέρδεά θ᾽, οἷ᾽ οὔ πώ τιν᾽ ἀκούομεν οὐδὲ παλαιῶν,

τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,

120

Τυρώ τ᾽ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·

τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείηι

ἤιδη· ἀτὰρ μὲν τοῦτό γ᾽ ἐναίσιμον οὐκ ἐνόησε.

τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ᾽ ἔδονται,

ὄφρα κε κείνη τοῦτον ἔχηι νόον, ὅν τινά οἱ νῦν

125

ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῆι

ποιεῖτ᾽, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.

ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πηι ἄλληι,

πρίν γ᾽ αὐτὴν γήμασθαι Ἀχαιῶν ὧι κ᾽ ἐθέληισι.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

130

Ἀντίνο᾽, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι

ἥ μ᾽ ἔτεχ᾽, ἥ μ᾽ ἔθρεψε· πατὴρ δ᾽ ἐμὸς ἄλλοθι γαίης,

ζώει ὅ γ᾽ ἦ τέθνηκε· κακὸν δέ με πόλλ᾽ ἀποτίνειν

Ἰκαρίωι, αἴ κ᾽ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.

ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων

135

δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ᾽ ἐρινῦς

οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων

ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.

ὑμέτερος δ᾽ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,

ἔξιτέ μοι μεγάρων, ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας

140

ὑμὰ κτήματ᾽ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.

εἰ δ᾽ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον

ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,

κείρετ᾽· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,

αἴ κέ ποθι Ζεὺς δῶισι παλίντιτα ἔργα γενέσθαι.

145

νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.

 

ὣς φάτο Τηλέμαχος, τῶι δ᾽ αἰετὼ εὐρύοπα Ζεὺς

ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.

τὼ δ᾽ ἕως μέν ῥ᾽ ἐπέτοντο μετὰ πνοιῆις ἀνέμοιο

πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·

150

ἀλλ᾽ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,

ἔνθ᾽ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,

ἐς δ᾽ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ᾽ ὄλεθρον·

δρυψαμένω δ᾽ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς

δεξιὼ ἤιξαν διά τ᾽ οἰκία καὶ πόλιν αὐτῶν.

155

θάμβησαν δ᾽ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·

ὥρμηναν δ᾽ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.

τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης

Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο

ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·

160

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·

 

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·

τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς

δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη

165

ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει

πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,

οἳ νεμόμεσθ᾽ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν

φραζώμεσθ᾽, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ

παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.

170

οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ᾽ ἐὺ εἰδώς·

καὶ γὰρ κείνωι φημὶ τελευτηθῆναι ἅπαντα,

ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον

Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.

φῆν κακὰ πολλὰ παθόντ᾽, ὀλέσαντ᾽ ἄπο πάντας ἑταίρους,

175

ἄγνωστον πάντεσσιν ἐεικοστῶι ἐνιαυτῶι

οἴκαδ᾽ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.

 

τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·

ὦ γέρον, εἰ δ᾽ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν

οἴκαδ᾽ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·

180

ταῦτα δ᾽ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.

ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο

φοιτῶσ᾽, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς

ὤλετο τῆλ᾽, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνωι

ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,

185

οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ᾽ ἀνιείης,

σῶι οἴκωι δῶρον ποτιδέγμενος, αἴ κε πόρηισιν.

ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς

παρφάμενος ἐπέεσσιν ἐποτρύνηις χαλεπαίνειν,

190

αὐτῶι μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,

πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·

σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ᾽ ἐνὶ θυμῶι

τίνων ἀσχάλληις· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.

Τηλεμάχωι δ᾽ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·

195

μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·

οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα

πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.

οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν

μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,

200

οὔτ᾽ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,

οὔτε θεοπροπίης ἐμπαζόμεθ᾽, ἣν σύ, γεραιέ,

μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ᾽ ἔτι μᾶλλον.

χρήματα δ᾽ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ᾽ ἶσα

ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβηισιν Ἀχαιοὺς

205

ὃν γάμον· ἡμεῖς δ᾽ αὖ ποτιδέγμενοι ἤματα πάντα

εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ᾽ ἄλλας

ἐρχόμεθ᾽, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστωι.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Εὐρύμαχ᾽ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,

210

ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ᾽ ἀγορεύω·

ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.

ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους,

οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.

εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

215

νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,

ἤν τίς μοι εἴπηισι βροτῶν ἢ ὄσσαν ἀκούσω

ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·

εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,

ἦ τ᾽ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·

220

εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ᾽ ἔτ᾽ ἐόντος,

νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν

σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω

πολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.

 

ἦ τοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο, τοῖσι δ᾽ ἀνέστη

225

Μέντωρ, ὅς ῥ᾽ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,

καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,

πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

 

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

230

μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω

σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,

ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι·

ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο

λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.

235

ἀλλ᾽ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω

ἔρδειν ἔργα βίαια κακορραφίηισι νόοιο·

σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως

οἶκον Ὀδυσσῆος, τὸν δ᾽ οὐκέτι φασὶ νέεσθαι.

νῦν δ᾽ ἄλλωι δήμωι νεμεσίζομαι, οἷον ἅπαντες

240

ἧσθ᾽ ἄνεωι, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι

παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.

 

τὸν δ᾽ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·

Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες

ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ

245

ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.

εἴ περ γάρ κ᾽ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν

δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς

ἐξελάσαι μεγάροιο μενοινήσει᾽ ἐνὶ θυμῶι,

οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,

250

ἐλθόντ᾽, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,

εἰ πλεόνεσσι μάχοιτο· σὺ δ᾽ οὐ κατὰ μοῖραν ἔειπες.

ἀλλ᾽ ἄγε, λαοὶ μὲν σκίδνασθ᾽ ἐπὶ ἔργα ἕκαστος,

τούτωι δ᾽ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ᾽ Ἁλιθέρσης,

οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.

255

ἀλλ᾽ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων

πεύσεται εἰν Ἰθάκηι, τελέει δ᾽ ὁδὸν οὔ ποτε ταύτην.

 

ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.

οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος,

μνηστῆρες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου Ὀδυσῆος.

 

260

Τηλέμαχος δ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,

χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ᾽ Ἀθήνηι·

κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ

καὶ μ᾽ ἐν νηὶ κέλευσας ἐπ᾽ ἠεροειδέα πόντον

νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο

265

ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,

μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.

 

ὣς ἔφατ᾽ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,

καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·

 

270

Τηλέμαχ᾽, οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,

εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,

οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·

οὔ τοι ἔπειθ᾽ ἁλίη ὁδὸς ἔσσεται οὐδ᾽ ἀτέλεστος.

εἰ δ᾽ οὐ κείνου γ᾽ ἐσσὶ γόνος καὶ Πηνελοπείης,

275

οὐ σέ γ᾽ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾶις.

παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,

οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.

ἀλλ᾽ ἐπεὶ οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,

οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,

280

ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.

τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε

ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·

οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,

ὃς δή σφι σχεδόν ἐστιν, ἐπ᾽ ἤματι πάντας ὀλέσθαι.

285

σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾶις·

τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,

ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾽ ἕψομαι αὐτός.

ἀλλὰ σὺ μὲν πρὸς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει,

ὅπλισσόν τ᾽ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,

290

οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,

δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δ᾽ ἀνὰ δῆμον ἑταίρους

αἶψ᾽ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες

πολλαὶ ἐν ἀμφιάλωι Ἰθάκηι, νέαι ἠδὲ παλαιαί·

τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,

295

ὦκα δ᾽ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντωι.

 

ὣς φάτ᾽ Ἀθηναίη κούρη Διός· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.

βῆ δ᾽ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,

εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,

300

αἶγας ἀνιεμένους σιάλους θ᾽ εὕοντας ἐν αὐλῆι.

Ἀντίνοος δ᾽ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,

ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·

 

Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο

ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,

305

ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.

ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,

νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι

ἐς Πύλον ἠγαθέην μετ᾽ ἀγαυοῦ πατρὸς ἀκουήν.

 

τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

310

Ἀντίνο᾽, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ᾽ ὑμῖν

δαίνυσθαί τ᾽ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.

ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ

κτήματ᾽ ἐμά, μνηστῆρες, ἐγὼ δ᾽ ἔτι νήπιος ἦα;

νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων

315

πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,

πειρήσω, ὥς κ᾽ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,

ἠὲ Πύλονδ᾽ ἐλθών, ἢ αὐτοῦ τῶιδ᾽ ἐνὶ δήμωι.

εἶμι μέν, οὐδ᾽ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,

ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδ᾽ ἐρετάων

320

γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.

 

ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ᾽ Ἀντινόοιο

ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.

οἱ δ᾽ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

 

325

ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.

ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος

ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·

ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,

ἐλθεῖν, ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκηι,

330

ἐν δὲ βάληι κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσηι.

 

ἄλλος δ᾽ αὖτ᾽ εἴπεσκε νέων ὑπερηνορεόντων·

τίς δ᾽ οἶδ᾽, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς

τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;

οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·

335

κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ᾽ αὖτε

τούτου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅς τις ὀπυίοι.

 

ὣς φάν, ὁ δ᾽ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς

εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο

ἐσθής τ᾽ ἐν χηλοῖσιν ἅλις τ᾽ ἐυῶδες ἔλαιον·

340

ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο

ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,

ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ᾽ Ὀδυσσεὺς

οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.

κληισταὶ δ᾽ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,

345

δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ

ἔσχ᾽, ἣ πάντ᾽ ἐφύλασσε νόου πολυϊδρείηισιν,

Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο.

τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·

 

μαῖ᾽, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον

350

ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις

κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι

διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.

δώδεκα δ᾽ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.

ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·

355

εἴκοσι δ᾽ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.

αὐτὴ δ᾽ οἴη ἴσθι· τὰ δ᾽ ἁθρόα πάντα τετύχθω·

ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ

μήτηρ εἰς ὑπερῶι᾽ ἀναβῆι κοίτου τε μέδηται.

εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα

360

νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.

 

ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,

καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα

ἔπλετο; πῆι δ᾽ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν

365

μοῦνος ἐὼν ἀγαπητός; ὁ δ᾽ ὤλετο τηλόθι πάτρης

διογενὴς Ὀδυσεὺς ἀλλογνώτωι ἐνὶ δήμωι.

οἱ δέ τοι αὐτίκ᾽ ἰόντι κακὰ φράσσονται ὀπίσσω,

ὥς κε δόλωι φθίηις, τάδε δ᾽ αὐτοὶ πάντα δάσονται.

ἀλλὰ μέν᾽ αὖθ᾽ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ

370

πόντον ἐπ᾽ ἀτρύγετον κακὰ πάσχειν οὐδ᾽ ἀλάλησθαι.

 

τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

θάρσει, μαῖ᾽, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.

ἀλλ᾽ ὄμοσον μὴ μητρὶ φίληι τάδε μυθήσασθαι,

πρίν γ᾽ ὅτ᾽ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,

375

ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,

ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτηι.

 

ὣς ἄρ᾽ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.

αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

αὐτίκ᾽ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,

380

ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.

Τηλέμαχος δ᾽ ἐς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει.

 

ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.

Τηλεμάχωι ἐικυῖα κατὰ πτόλιν ὤιχετο πάντηι,

καί ῥα ἑκάστωι φωτὶ παρισταμένη φάτο μῦθον,

385

ἑσπερίους δ᾽ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.

ἡ δ᾽ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν

ἤιτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.

 

δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,

καὶ τότε νῆα θοὴν ἅλαδ᾽ εἴρυσε, πάντα δ᾽ ἐν αὐτῆι

390

ὅπλ᾽ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.

στῆσε δ᾽ ἐπ᾽ ἐσχατιῆι λιμένος, περὶ δ᾽ ἐσθλοὶ ἑταῖροι

ἁθρόοι ἠγερέθοντο· θεὰ δ᾽ ὤτρυνεν ἕκαστον.

 

ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.

βῆ ἰέναι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο·

395

ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,

πλάζε δὲ πίνοντας, χειρῶν δ᾽ ἔκβαλλε κύπελλα.

οἱ δ᾽ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ᾽ ἄρ᾽ ἔτι δὴν

ἥατ᾽, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.

αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη

400

ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·

 

Τηλέμαχ᾽, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι

ἥατ᾽ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·

ἀλλ᾽ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.

 

405

ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη

καρπαλίμως· ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.

αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,

εὗρον ἔπειτ᾽ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.

τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο·

 

410

δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη

ἁθρό᾽ ἐνὶ μεγάρωι. μήτηρ δ᾽ ἐμὴ οὔ τι πέπυσται,

οὐδ᾽ ἄλλαι δμωαί, μία δ᾽ οἴη μῦθον ἄκουσεν.

 

ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.

οἱ δ᾽ ἄρα πάντα φέροντες ἐυσσέλμωι ἐπὶ νηὶ

415

κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.

ἂν δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἦρχε δ᾽ Ἀθήνη,

νηὶ δ᾽ ἐνὶ πρυμνῆι κατ᾽ ἄρ᾽ ἕζετο· ἄγχι δ᾽ ἄρ᾽ αὐτῆς

ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν,

ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.

420

τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,

ἀκραῆ Ζέφυρον, κελάδοντ᾽ ἐπὶ οἴνοπα πόντον.

Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν

ὅπλων ἅπτεσθαι· τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν.

ἱστὸν δ᾽ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης

425

στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,

ἕλκον δ᾽ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.

ἔπρησεν δ᾽ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα

στείρηι πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης·

ἡ δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.

430

δησάμενοι δ᾽ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν

στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,

λεῖβον δ᾽ ἀθανάτοισι θεοῖς αἰειγενέτηισιν,

ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρηι.

παννυχίη μέν ῥ᾽ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.