Ὀ
δ υ σ σ ε ί α ς α
Θεῶν ἀγορά. Ἀθηνᾶς
παραίνεσις πρὸς Τηλέμαχον. |
|
|
Ἄνδρα
μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης
ἱερὸν πτολίεθρον ἔπερσεν·
πολλῶν δ᾽ ἀνθρώπων ἴδεν
ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντωι πάθεν
ἄλγεα ὃν κατὰ θυμόν,
|
5
|
ἀρνύμενος ἥν τε ψυχὴν καὶ
νόστον ἑταίρων.
ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους
ἐρρύσατο, ἱέμενός περ·
αὐτῶν γὰρ σφετέρηισιν
ἀτασθαλίηισιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς
Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν
ἀφείλετο νόστιμον ἦμαρ.
|
10
|
τῶν ἁμόθεν γε, θεά,
θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
ἔνθ᾽ ἄλλοι μὲν πάντες,
ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε
πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ᾽ οἶον νόστου
κεχρημένον ἠδὲ γυναικὸς
νύμφη πότνι᾽ ἔρυκε Καλυψὼ
δῖα θεάων
|
15
|
ἐν σπέσσι γλαφυροῖσι,
λιλαιομένη πόσιν εἶναι.
ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε
περιπλομένων ἐνιαυτῶν,
τῶι οἱ ἐπεκλώσαντο θεοὶ
οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα
πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι.
θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες
|
20
|
νόσφι Ποσειδάωνος· ὁ δ᾽
ἀσπερχὲς μενέαινεν
ἀντιθέωι Ὀδυσῆι πάρος ἣν
γαῖαν ἱκέσθαι.
ἀλλ᾽ ὁ μὲν Αἰθίοπας
μετεκίαθε τηλόθ᾽ ἐόντας,
Αἰθίοπας τοὶ διχθὰ
δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου
Ὑπερίονος οἱ δ᾽ ἀνιόντος,
|
25
|
ἀντιόων ταύρων τε καὶ
ἀρνειῶν ἑκατόμβης.
ἔνθ᾽ ὅ γ᾽ ἐτέρπετο δαιτὶ
παρήμενος· οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν
Ὀλυμπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ
ἀνδρῶν τε θεῶν τε·
μνήσατο γὰρ κατὰ θυμὸν
ἀμύμονος Αἰγίσθοιο,
|
30
|
τόν ῥ᾽ Ἀγαμεμνονίδης
τηλεκλυτὸς ἔκταν᾽ Ὀρέστης·
τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽
ἀθανάτοισι μετηύδα·
ὢ πόποι, οἷον δή νυ θεοὺς
βροτοὶ αἰτιόωνται·
ἐξ ἡμέων γάρ φασι κάκ᾽
ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
σφῆισιν ἀτασθαλίηισιν
ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν,
|
35
|
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ
μόρον Ἀτρεΐδαο
γῆμ᾽ ἄλοχον μνηστήν, τὸν
δ᾽ ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ
πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες,
ἐύσκοπον ἀργεϊφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε
μνάασθαι ἄκοιτιν·
|
40
|
ἐκ γὰρ Ὀρέσταο τίσις
ἔσσεται Ἀτρεΐδαο,
ὁππότ᾽ ἂν ἡβήσηι τε καὶ
ἧς ἱμείρεται αἴης.
ὣς ἔφαθ᾽ Ἑρμείας, ἀλλ᾽ οὐ
φρένας Αἰγίσθοιο
πεῖθ᾽ ἀγαθὰ φρονέων· νῦν
δ᾽ ἁθρόα πάντ᾽ ἀπέτισεν.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα
θεά, γλαυκῶπις Ἀθήνη·
|
45
|
ὦ πάτερ ἡμέτερε Κρονίδη,
ὕπατε κρειόντων,
καὶ λίην κεῖνός γε
ἐοικότι κεῖται ὀλέθρωι·
ὡς ἀπόλοιτο καὶ ἄλλος,
ὅτις τοιαῦτά γε ῥέζοι·
ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆι
δαΐφρονι δαίεται ἦτορ,
δυσμόρωι, ὃς δὴ δηθὰ
φίλων ἄπο πήματα πάσχει
|
50
|
νήσωι ἐν ἀμφιρύτηι, ὅθι
τ᾽ ὀμφαλός ἐστι θαλάσσης.
νῆσος δενδρήεσσα, θεὰ δ᾽
ἐν δώματα ναίει,
Ἄτλαντος θυγάτηρ
ὀλοόφρονος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει
δέ τε κίονας αὐτὸς
μακράς, αἳ γαῖάν τε καὶ
οὐρανὸν ἀμφὶς ἔχουσιν.
|
55
|
τοῦ θυγάτηρ δύστηνον
ὀδυρόμενον κατερύκει,
αἰεὶ δὲ μαλακοῖσι καὶ
αἱμυλίοισι λόγοισιν
θέλγει, ὅπως Ἰθάκης
ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
ἱέμενος καὶ καπνὸν
ἀποθρώισκοντα νοῆσαι
ἧς γαίης, θανέειν
ἱμείρεται. οὐδέ νυ σοί περ
|
60
|
ἐντρέπεται φίλον ἦτορ,
Ὀλύμπιε. οὔ νύ τ᾽ Ὀδυσσεὺς
Ἀργείων παρὰ νηυσὶ
χαρίζετο ἱερὰ ῥέζων
Τροίηι ἐν εὐρείηι; τί νύ
οἱ τόσον ὠδύσαο, Ζεῦ;
τὴν δ᾽ ἀπαμειβόμενος
προσέφη νεφεληγερέτα Ζεύς·
τέκνον ἐμόν, ποῖόν σε
ἔπος φύγεν ἕρκος ὀδόντων.
|
65
|
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ
θείοιο λαθοίμην,
ὃς περὶ μὲν νόον ἐστὶ
βροτῶν, περὶ δ᾽ ἱρὰ θεοῖσιν
ἀθανάτοισιν ἔδωκε, τοὶ
οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδάων γαιήοχος
ἀσκελὲς αἰεὶ
Κύκλωπος κεχόλωται, ὃν
ὀφθαλμοῦ ἀλάωσεν,
|
70
|
ἀντίθεον Πολύφημον, ὅου
κράτος ἐστὶ μέγιστον
πᾶσιν Κυκλώπεσσι· Θόωσα
δέ μιν τέκε νύμφη,
Φόρκυνος θυγάτηρ ἁλὸς
ἀτρυγέτοιο μέδοντος,
ἐν σπέσσι γλαφυροῖσι
Ποσειδάωνι μιγεῖσα.
ἐκ τοῦ δὴ Ὀδυσῆα
Ποσειδάων ἐνοσίχθων
|
75
|
οὔ τι κατακτείνει, πλάζει
δ᾽ ἀπὸ πατρίδος αἴης.
ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς οἵδε
περιφραζώμεθα πάντες
νόστον, ὅπως ἔλθηισι·
Ποσειδάων δὲ μεθήσει
ὃν χόλον· οὐ μὲν γὰρ τι
δυνήσεται ἀντία πάντων
ἀθανάτων ἀέκητι θεῶν
ἐριδαινέμεν οἶος.
|
80
|
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα
θεά, γλαυκῶπις Ἀθήνη·
ὦ πάτερ ἡμέτερε Κρονίδη,
ὕπατε κρειόντων,
εἰ μὲν δὴ νῦν τοῦτο φίλον
μακάρεσσι θεοῖσιν,
νοστῆσαι Ὀδυσῆα πολύφρονα
ὅνδε δόμονδε,
Ἑρμείαν μὲν ἔπειτα
διάκτορον ἀργεϊφόντην
|
85
|
νῆσον ἐς Ὠγυγίην
ὀτρύνομεν, ὄφρα τάχιστα
νύμφηι ἐυπλοκάμωι εἴπηι
νημερτέα βουλήν,
νόστον Ὀδυσσῆος
ταλασίφρονος, ὥς κε νέηται·
αὐτὰρ ἐγὼν Ἰθάκηνδ᾽
ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
μᾶλλον ἐποτρύνω καί οἱ
μένος ἐν φρεσὶ θείω,
|
90
|
εἰς ἀγορὴν καλέσαντα κάρη
κομόωντας Ἀχαιοὺς
πᾶσι μνηστήρεσσιν
ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ
εἰλίποδας ἕλικας βοῦς.
πέμψω δ᾽ ἐς Σπάρτην τε
καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς
φίλου, ἤν που ἀκούσηι,
ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν
ἐν ἀνθρώποισιν ἔχηισιν.
|
95
|
ὣς εἰποῦσ᾽ ὑπὸ ποσσὶν
ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν
φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν
ἅμα πνοιῆις ἀνέμοιο·
εἵλετο δ᾽ ἄλκιμον ἔγχος,
ἀκαχμένον ὀξέι χαλκῶι,
|
100
|
βριθὺ μέγα στιβαρόν, τῶι
δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε
κοτέσσεται ὀβριμοπάτρη.
βῆ δὲ κατ᾽ Οὐλύμποιο
καρήνων ἀίξασα,
στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμωι
ἐπὶ προθύροις Ὀδυσῆος,
οὐδοῦ ἐπ᾽ αὐλείου·
παλάμηι δ᾽ ἔχε χάλκεον ἔγχος,
|
105
|
εἰδομένη ξείνωι, Ταφίων
ἡγήτορι Μέντηι.
εὗρε δ᾽ ἄρα μνηστῆρας
ἀγήνορας. οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε
θυράων θυμὸν ἔτερπον
ἥμενοι ἐν ῥινοῖσι βοῶν,
οὓς ἔκτανον αὐτοί·
κήρυκες δ᾽ αὐτοῖσι καὶ
ὀτρηροὶ θεράποντες
|
110
|
οἱ μὲν οἶνον ἔμισγον ἐνὶ
κρητῆρσι καὶ ὕδωρ,
οἱ δ᾽ αὖτε σπόγγοισι
πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν, τοὶ
δὲ κρέα πολλὰ δατεῦντο.
τὴν δὲ πολὺ πρῶτος ἴδε
Τηλέμαχος θεοειδής,
ἧστο γὰρ ἐν μνηστῆρσι
φίλον τετιημένος ἦτορ,
|
115
|
ὀσσόμενος πατέρ ἐσθλὸν
ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
μνηστήρων τῶν μὲν
σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ
δώμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων, μνηστῆρσι
μεθήμενος, εἴσιδ᾽ Ἀθήνην.
βῆ δ᾽ ἰθὺς προθύροιο,
νεμεσσήθη δ᾽ ἐνὶ θυμῶι
|
120
|
ξεῖνον δηθὰ θύρηισιν
ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ
ἐδέξατο χάλκεον ἔγχος,
καί μιν φωνήσας ἔπεα
πτερόεντα προσηύδα·
χαῖρε, ξεῖνε, παρ᾽ ἄμμι
φιλήσεαι· αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος
μυθήσεαι ὅττεό σε χρή.
|
125
|
ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽
ἕσπετο Παλλὰς Ἀθήνη.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν
ἔσαν δόμου ὑψηλοῖο,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων
πρὸς κίονα μακρὴν
δουροδόκης ἔντοσθεν
ἐυξόου, ἔνθα περ ἄλλα
ἔγχε᾽ Ὀδυσσῆος
ταλασίφρονος ἵστατο πολλά,
|
130
|
αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν
ἄγων, ὑπὸ λῖτα πετάσσας,
καλὸν δαιδάλεον· ὑπὸ δὲ
θρῆνυς ποσὶν ἦεν.
πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο
ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξεῖνος
ἀνιηθεὶς ὀρυμαγδῶι
δείπνωι ἁδήσειεν,
ὑπερφιάλοισι μετελθών,
|
135
|
ἠδ᾽ ἵνα μιν περὶ πατρὸς
ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ᾽ ἀμφίπολος
προχόωι ἐπέχευε φέρουσα
καλῆι χρυσείηι, ὑπὲρ
ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν
ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη
παρέθηκε φέρουσα,
|
140
|
εἴδατα πόλλ᾽ ἐπιθεῖσα,
χαριζομένη παρεόντων·
δαιτρὸς δὲ κρειῶν πίνακας
παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι
τίθει χρύσεια κύπελλα·
κῆρυξ δ᾽ αὐτοῖσιν θάμ᾽
ἐπώιχετο οἰνοχοεύων.
ἐς δ᾽ ἦλθον μνηστῆρες
ἀγήνορες. οἱ μὲν ἔπειτα
|
145
|
ἑξείης ἕζοντο κατὰ
κλισμούς τε θρόνους τε,
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ
ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμωιαὶ
παρενήνεον ἐν κανέοισιν,
κοῦροι δὲ κρητῆρας
ἐπεστέψαντο ποτοῖο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα
προκείμενα χεῖρας ἴαλλον.
|
150
|
αὐτὰρ ἐπεὶ πόσιος καὶ
ἐδητύος ἐξ ἔρον ἕντο
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ
φρεσὶν ἄλλα μεμήλει,
μολπή τ᾽ ὀρχηστύς τε· τὰ
γὰρ τ᾽ ἀναθήματα δαιτός·
κῆρυξ δ᾽ ἐν χερσὶν
κίθαριν περικαλλέα θῆκεν
Φημίωι, ὅς ῥ᾽ ἤειδε παρὰ
μνηστῆρσιν ἀνάγκηι.
|
155
|
ἦ τοι ὁ φορμίζων
ἀνεβάλλετο καλὸν ἀείδειν.
αὐτὰρ Τηλέμαχος προσέφη
γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ
πευθοίαθ᾽ οἱ ἄλλοι·
ξεῖνε φίλ᾽, ἦ καὶ μοι
νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταῦτα
μέλει, κίθαρις καὶ ἀοιδή,
|
160
|
ῥεῖ᾽, ἐπεὶ ἀλλότριον
βίοτον νήποινον ἔδουσιν,
ἀνέρος, οὗ δή που λεύκ᾽
ὀστέα πύθεται ὄμβρωι
κείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ
εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε
ἰδοίατο νοστήσαντα,
πάντες κ᾽ ἀρησαίατ᾽
ἐλαφρότεροι πόδας εἶναι
|
165
|
ἢ ἀφνειότεροι χρυσοῖό τε
ἐσθῆτός τε.
νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε
κακὸν μόρον, οὐδέ τις ἡμῖν
θαλπωρή, εἴ πέρ τις
ἐπιχθονίων ἀνθρώπων
φῆισιν ἐλεύσεσθαι· τοῦ δ᾽
ὤλετο νόστιμον ἦμαρ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ
καὶ ἀτρεκέως κατάλεξον·
|
170
|
τίς πόθεν εἰς ἀνδρῶν;
πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὁπποίης τ᾽ ἐπὶ νηὸς
ἀφίκεο· πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες
ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γὰρ τί σε πεζὸν
ὀίομαι ἐνθάδ᾽ ἱκέσθαι.
καί μοι τοῦτ᾽ ἀγόρευσον
ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,
|
175
|
ἠὲ νέον μεθέπεις ἦ καὶ
πατρώιός ἐσσι
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν
ἀνέρες ἡμέτερον δῶ
ἄλλοι, ἐπεὶ καὶ κεῖνος
ἐπίστροφος ἦν ἀνθρώπων.
τὸν δ᾽ αὖτε προσέειπε
θεά, γλαυκῶπις Ἀθήνη·
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽
ἀτρεκέως ἀγορεύσω.
|
180
|
Μέντης Ἀγχιάλοιο
δαΐφρονος εὔχομαι εἶναι
υἱός, ἀτὰρ Ταφίοισι
φιληρέτμοισιν ἀνάσσω.
νῦν δ᾽ ὧδε ξὺν νηὶ
κατήλυθον ἠδ᾽ ἑτάροισιν
πλέων ἐπὶ οἴνοπα πόντον
ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
ἐς Τεμέσην μετὰ χαλκόν,
ἄγω δ᾽ αἴθωνα σίδηρον.
|
185
|
νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν
ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
ἐν λιμένι Ῥείθρωι ὑπὸ
Νηίωι ὑλήεντι.
ξεῖνοι δ᾽ ἀλλήλων
πατρώιοι εὐχόμεθ᾽ εἶναι
ἐξ ἀρχῆς, εἴ πέρ τε
γέροντ᾽ εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα, τὸν οὐκέτι
φασὶ πόλινδε
|
190
|
ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν
ἐπ᾽ ἀγροῦ πήματα πάσχειν
γρηὶ σὺν ἀμφιπόλωι, ἥ οἱ
βρῶσίν τε πόσιν τε
παρτιθεῖ, εὖτ᾽ ἄν μιν
κάματος κατὰ γυῖα λάβηισιν
ἑρπύζοντ᾽ ἀνὰ γουνὸν
ἀλωῆς οἰνοπέδοιο.
νῦν δ᾽ ἦλθον· δὴ γάρ μιν
ἔφαντ᾽ ἐπιδήμιον εἶναι,
|
195
|
σὸν πατέρ᾽· ἀλλά νυ τόν
γε θεοὶ βλάπτουσι κελεύθου.
οὐ γάρ πω τέθνηκεν ἐπὶ
χθονὶ δῖος Ὀδυσσεύς,
ἀλλ᾽ ἔτι που ζωὸς
κατερύκεται εὐρέι πόντωι
νήσωι ἐν ἀμφιρύτηι,
χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
ἄγριοι, οἵ που κεῖνον
ἐρυκανόωσ᾽ ἀέκοντα.
|
200
|
αὐτὰρ νῦν τοι ἐγὼ
μαντεύσομαι, ὡς ἐνὶ θυμῶι
ἀθάνατοι βάλλουσι καὶ ὡς
τελέεσθαι ὀίω,
οὔτε τι μάντις ἐὼν οὔτ᾽
οἰωνῶν σάφα εἰδώς.
οὔ τοι ἔτι δηρόν γε φίλης
ἀπὸ πατρίδος αἴης
ἔσσεται, οὐδ᾽ εἴ πέρ τε
σιδήρεα δέσματ᾽ ἔχηισιν·
|
205
|
φράσσεται ὥς κε νέηται,
ἐπεὶ πολυμήχανός ἐστιν.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ
καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος
πάϊς εἰς Ὀδυσῆος.
αἰνῶς μὲν κεφαλήν τε καὶ
ὄμματα καλὰ ἔοικας
κείνωι, ἐπεὶ θαμὰ τοῖον
ἐμισγόμεθ᾽ ἀλλήλοισιν,
|
210
|
πρίν γε τὸν ἐς Τροίην
ἀναβήμεναι, ἔνθα περ ἄλλοι
Ἀργείων οἱ ἄριστοι ἔβαν
κοίληις ἐνὶ νηυσίν·
ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα
ἐγὼν ἴδον οὔτ᾽ ἔμ᾽ ἐκεῖνος.
τὴν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, ξεῖνε,
μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
|
215
|
μήτηρ μέν τέ μέ φησι τοῦ
ἔμμεναι, αὐτὰρ ἐγώ γε
οὐκ οἶδ᾽· οὐ γάρ πώ τις
ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον
μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος, ὃν κτεάτεσσιν
ἑοῖς ἔπι γῆρας ἔτετμε.
νῦν δ᾽ ὃς ἀποτμότατος
γένετο θνητῶν ἀνθρώπων,
|
220
|
τοῦ μ᾽ ἔκ φασι γενέσθαι,
ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.
τὸν δ᾽ αὖτε προσέειπε
θεά, γλαυκῶπις Ἀθήνη·
οὐ μέν τοι γενεήν γε θεοὶ
νώνυμνον ὀπίσσω
θῆκαν, ἐπεὶ σέ γε τοῖον
ἐγείνατο Πηνελόπεια.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ
καὶ ἀτρεκέως κατάλεξον·
|
225
|
τίς δαίς, τίς δὲ ὅμιλος
ὅδ᾽ ἔπλετο; τίπτε δέ σε χρεώ;
εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ
οὐκ ἔρανος τάδε γ᾽ ἐστίν·
ὥς τέ μοι ὑβρίζοντες
ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δῶμα.
νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ᾽ ὁρόων, ὅς
τις πινυτός γε μετέλθοι.
|
230
|
τὴν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά
μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾶις,
μέλλεν μέν ποτε οἶκος ὅδ᾽
ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι, ὄφρ᾽ ἔτι κεῖνος
ἀνὴρ ἐπιδήμιος ἦεν·
νῦν δ᾽ ἑτέρως ἐβόλοντο
θεοὶ κακὰ μητιόωντες,
|
235
|
οἳ κεῖνον μὲν ἄιστον
ἐποίησαν περὶ πάντων
ἀνθρώπων, ἐπεὶ οὔ κε
θανόντι περ ὧδ᾽ ἀκαχοίμην,
εἰ μετὰ οἷς ἑτάροισι δάμη
Τρώων ἐνὶ δήμωι,
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ
πόλεμον τολύπευσεν.
τῶι κέν οἱ τύμβον μὲν
ἐποίησαν Παναχαιοί,
|
240
|
ἠδέ κε καὶ ὧι παιδὶ μέγα
κλέος ἤρατ᾽ ὀπίσσω.
νῦν δέ μιν ἀκλειῶς
ἅρπυιαι ἀνηρείψαντο·
οἴχετ᾽ ἄιστος ἄπυστος,
ἐμοὶ δ᾽ ὀδύνας τε γόους τε
κάλλιπεν. οὐδέ τι κεῖνον
ὀδυρόμενος στεναχίζω
οἶον, ἐπεί νύ μοι ἄλλα
θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.
|
245
|
ὅσσοι γὰρ νήσοισιν
ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίωι τε Σάμηι τε καὶ
ὑλήεντι Ζακύνθωι,
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην
κάτα κοιρανέουσιν,
τόσσοι μητέρ᾽ ἐμὴν
μνῶνται, τρύχουσι δὲ οἶκον.
ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται
στυγερὸν γάμον οὔτε τελευτὴν
|
250
|
ποιῆσαι δύναται· τοὶ δὲ
φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν· τάχα δή με
διαρραίσουσι καὶ αὐτόν.
τὸν δ᾽ ἐπαλαστήσασα
προσηύδα Παλλὰς Ἀθήνη·
ὢ πόποι, ἦ δὴ πολλὸν
ἀποιχομένου Ὀδυσῆος
δεύηι, ὅ κε μνηστῆρσιν
ἀναιδέσι χεῖρας ἐφείη.
|
255
|
εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν
πρώτηισι θύρηισι
σταίη, ἔχων πήληκα καὶ
ἀσπίδα καὶ δύο δοῦρε,
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ
πρῶτ᾽ ἐνόησα
οἴκωι ἐν ἡμετέρωι πίνοντά
τε τερπόμενόν τε,
ἐξ Ἐφύρης ἀνιόντα παρ᾽
Ἴλου Μερμερίδαο -
|
260
|
ὤιχετο γὰρ καὶ κεῖσε θοῆς
ἐπὶ νηὸς Ὀδυσσεὺς
φάρμακον ἀνδροφόνον
διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας·
ἀλλ᾽ ὁ μὲν οὔ οἱ
δῶκεν, ἐπεί ῥα θεοὺς
νεμεσίζετο αἰὲν ἐόντας,
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός·
φιλέεσκε γὰρ αἰνῶς -
|
265
|
τοῖος ἐὼν μνηστῆρσιν
ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ᾽ ὠκύμοροί τε
γενοίατο πικρόγαμοί τε.
ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν
ἐν γούνασι κεῖται,
ἤ κεν νοστήσας
ἀποτίσεται, ἦε καὶ οὐκί,
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ
φράζεσθαι ἄνωγα,
|
270
|
ὅππως κε μνηστῆρας
ἀπώσεαι ἐκ μεγάροιο.
εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ
ἐμῶν ἐμπάζεο μύθων·
αὔριον εἰς ἀγορὴν καλέσας
ἥρωας Ἀχαιοὺς
μῦθον πέφραδε πᾶσι, θεοὶ
δ᾽ ἐπὶ μάρτυροι ἔστων.
μνηστῆρας μὲν ἐπὶ σφέτερα
σκίδνασθαι ἄνωχθι,
|
275
|
μητέρα δ᾽, εἴ οἱ θυμὸς
ἐφορμᾶται γαμέεσθαι,
ἂψ ἴτω ἐς μέγαρον πατρὸς
μέγα δυναμένοιο·
οἱ δὲ γάμον τεύξουσι καὶ
ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽, ὅσσα ἔοικε
φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
σοὶ δ᾽ αὐτῶι πυκινῶς
ὑποθήσομαι, αἴ κε πίθηαι·
|
280
|
νῆ᾽ ἄρσας ἐρέτηισιν
ἐείκοσιν, ἥ τις ἀρίστη,
ἔρχεο πευσόμενος πατρὸς
δὴν οἰχομένοιο,
ἤν τίς τοι εἴπηισι
βροτῶν, ἢ ὄσσαν ἀκούσηις
ἐκ Διός, ἥ τε μάλιστα
φέρει κλέος ἀνθρώποισι.
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ
καὶ εἴρεο Νέστορα δῖον,
|
285
|
κεῖθεν δὲ Σπάρτηνδε παρὰ
ξανθὸν Μενέλαον·
ὃς γὰρ δεύτατος ἦλθεν
Ἀχαιῶν χαλκοχιτώνων.
εἰ μέν κεν πατρὸς βίοτον
καὶ νόστον ἀκούσηις,
ἦ τ᾽ ἂν τρυχόμενός περ
ἔτι τλαίης ἐνιαυτόν·
εἰ δέ κε τεθνηῶτος
ἀκούσηις μηδ᾽ ἔτ᾽ ἐόντος,
|
290
|
νοστήσας δὴ ἔπειτα φίλην
ἐς πατρίδα γαῖαν
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ
κτέρεα κτερεΐξαι
πολλὰ μάλ᾽, ὅσσα ἔοικε,
καὶ ἀνέρι μητέρα δοῦναι.
αὐτὰρ ἐπὴν δὴ ταῦτα
τελευτήσηις τε καὶ ἔρξηις,
φράζεσθαι δὴ ἔπειτα κατὰ
φρένα καὶ κατὰ θυμὸν
|
295
|
ὅππως κε μνηστῆρας ἐνὶ
μεγάροισι τεοῖσι
κτείνηις ἠὲ δόλωι ἢ
ἀμφαδόν· οὐδέ τί σε χρὴ
νηπιάας ὀχέειν, ἐπεὶ
οὐκέτι τηλίκος ἐσσι.
ἢ οὐκ ἀίεις οἷον κλέος
ἔλλαβε δῖος Ὀρέστης
πάντας ἐπ᾽ ἀνθρώπους,
ἐπεὶ ἔκτανε πατροφονῆα,
|
300
|
Αἴγισθον δολόμητιν, ὅ οἱ
πατέρα κλυτὸν ἔκτα;
καὶ σύ, φίλος, μάλα γάρ
σ᾽ ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε
καὶ ὀψιγόνων ἐὺ εἴπηι.
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν
κατελεύσομαι ἤδη
ἠδ᾽ ἑτάρους, οἵ πού με
μάλ᾽ ἀσχαλόωσι μένοντες·
|
305
|
σοὶ δ᾽ αὐτῶι μελέτω, καὶ
ἐμῶν ἐμπάζεο μύθων.
τὴν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
ξεῖν᾽, ἦ τοι μὲν ταῦτα
φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ ὧι παιδί, καὶ
οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον,
ἐπειγόμενός περ ὁδοῖο,
|
310
|
ὄφρα λοεσσάμενός τε
τεταρπόμενός τε φίλον κῆρ,
δῶρον ἔχων ἐπὶ νῆα κίηις,
χαίρων ἐνὶ θυμῶι,
τιμῆεν, μάλα καλόν, ὅ τοι
κειμήλιον ἔσται
ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι
ξείνοισι διδοῦσι.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα
θεά, γλαυκῶπις Ἀθήνη·
|
315
|
μή μ᾽ ἔτι νῦν κατέρυκε,
λιλαιόμενόν περ ὁδοῖο.
δῶρον δ᾽ ὅττι κέ μοι
δοῦναι φίλον ἦτορ ἀνώγηι,
αὖτις ἀνερχομένωι δόμεναι
οἶκόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών· σοὶ
δ᾽ ἄξιον ἔσται ἀμοιβῆς.
ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽
ἀπέβη γλαυκῶπις Ἀθήνη,
|
320
|
ὄρνις δ᾽ ὣς ἀνόπαια
διέπτατο· τῶι δ᾽ ἐνὶ θυμῶι
θῆκε μένος καὶ θάρσος,
ὑπέμνησέν τέ ἑ πατρὸς
μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθεν.
ὁ δὲ φρεσὶν ἧισι νοήσας
θάμβησεν κατὰ θυμόν·
ὀίσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας
ἐπώιχετο ἰσόθεος φώς.
|
325
|
τοῖσι δ᾽ ἀοιδὸς ἄειδε
περικλυτός, οἱ δὲ σιωπῆι
ἥατ᾽ ἀκούοντες· ὁ δ᾽
Ἀχαιῶν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης
ἐπετείλατο Παλλὰς Ἀθήνη.
τοῦ δ᾽ ὑπερωιόθεν φρεσὶ
σύνθετο θέσπιν ἀοιδὴν
κούρη Ἰκαρίοιο, περίφρων
Πηνελόπεια·
|
330
|
κλίμακα δ᾽ ὑψηλὴν
κατεβήσετο οἷο δόμοιο,
οὐκ οἴη, ἅμα τῆι γε καὶ
ἀμφίπολοι δύ᾽ ἕποντο.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας
ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν
τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη
λιπαρὰ κρήδεμνα·
|
335
|
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ
ἑκάτερθε παρέστη.
δακρύσασα δ᾽ ἔπειτα
προσηύδα θεῖον ἀοιδόν·
Φήμιε, πολλὰ γὰρ ἄλλα
βροτῶν θελκτήρια οἶδας,
ἔργ᾽ ἀνδρῶν τε θεῶν τε,
τά τε κλείουσιν ἀοιδοί·
τῶν ἕν γέ σφιν ἄειδε
παρήμενος, οἱ δὲ σιωπῆι
|
340
|
οἶνον πινόντων· ταύτης δ᾽
ἀποπαύε᾽ ἀοιδῆς
λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ
στήθεσσι φίλον κῆρ
τείρει, ἐπεί με μάλιστα
καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω
μεμνημένη αἰεί,
ἀνδρός, τοῦ κλέος εὐρὺ
καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
|
345
|
τὴν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
μῆτερ ἐμή, τί τ᾽ ἄρα
φθονέεις ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππηι οἱ νόος
ὄρνυται; οὔ νύ τ᾽ ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι Ζεὺς
αἴτιος, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστῆισιν,
ὅπως ἐθέληισιν, ἑκάστωι.
|
350
|
τούτωι δ᾽ οὐ νέμεσις
Δαναῶν κακὸν οἶτον ἀείδειν·
τὴν γὰρ ἀοιδὴν μᾶλλον
ἐπικλείουσ᾽ ἄνθρωποι,
ἥ τις ἀκουόντεσσι νεωτάτη
ἀμφιπέληται.
σοί δ᾽ ἐπιτολμάτω κραδίη
καὶ θυμὸς ἀκούειν·
οὐ γὰρ Ὀδυσσεὺς οἶος
ἀπώλεσε νόστιμον ἦμαρ
|
355
|
ἐν Τροίηι, πολλοὶ δὲ καὶ
ἄλλοι φῶτες ὄλοντο.
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ
σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ
ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· μῦθος
δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί·
τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκωι.
|
360
|
ἡ μὲν θαμβήσασα πάλιν
οἶκόνδε βεβήκει·
παιδὸς γὰρ μῦθον
πεπνυμένον ἔνθετο θυμῶι.
ἐς δ᾽ ὑπερῶι᾽ ἀναβᾶσα σὺν
ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα
φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε
γλαυκῶπις Ἀθήνη.
|
365
|
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ
μέγαρα σκιόεντα,
πάντες δ᾽ ἠρήσαντο παραὶ
λεχέεσσι κλιθῆναι.
τοῖσι δὲ Τηλέμαχος
πεπνυμένος ἤρχετο μύθων·
μητρὸς ἐμῆς μνηστῆρες
ὑπέρβιον ὕβριν ἔχοντες,
νῦν μὲν δαινύμενοι
τερπώμεθα, μηδὲ βοητὺς
|
370
|
ἔστω, ἐπεὶ τόδε καλὸν
ἀκουέμεν ἐστὶν ἀοιδοῦ
τοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί,
θεοῖς ἐναλίγκιος αὐδήν.
ἠῶθεν δ᾽ ἀγορήνδε
καθεζώμεσθα κιόντες
πάντες, ἵν᾽ ὕμιν μῦθον
ἀπηλεγέως ἀποείπω,
ἐξιέναι μεγάρων· ἄλλας δ᾽
ἀλεγύνετε δαῖτας,
|
375
|
ὑμὰ κτήματ᾽ ἔδοντες,
ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὕμιν δοκέει τόδε
λωίτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς
βίοτον νήποινον ὀλέσθαι,
κείρετ᾽· ἐγὼ δὲ θεοὺς
ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῶισι
παλίντιτα ἔργα γενέσθαι·
|
380
|
νήποινοί κεν ἔπειτα δόμων
ἔντοσθεν ὄλοισθε.
ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα
πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ
θαρσαλέως ἀγόρευεν.
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος
προσέφη, Εὐπείθεος υἱός·
Τηλέμαχ᾽, ἦ μάλα δή σε
διδάσκουσιν θεοὶ αὐτοὶ
|
385
|
ὑψαγόρην τ᾽ ἔμεναι καὶ
θαρσαλέως ἀγορεύειν·
μὴ σέ γ᾽ ἐν ἀμφιάλωι
Ἰθάκηι βασιλῆα Κρονίων
ποιήσειεν, ὅ τοι γενεῆι
πατρώιόν ἐστιν.
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
Ἀντίνο᾽, ἦ καί μοι
νεμεσήσεαι ὅττι κεν εἴπω;
|
390
|
καὶ κεν τοῦτ᾽ ἐθέλοιμι
Διός γε διδόντος ἀρέσθαι.
ἦ φὴις τοῦτο κάκιστον ἐν
ἀνθρώποισι τετύχθαι;
οὐ μὲν γάρ τι κακὸν
βασιλευέμεν· αἶψά τέ οἱ δῶ
ἀφνειὸν πέλεται καὶ
τιμηέστερος αὐτός.
ἀλλ᾽ ἦ τοι βασιλῆες
Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
|
395
|
πολλοὶ ἐν ἀμφιάλωι
Ἰθάκηι, νέοι ἠδὲ παλαιοί,
τῶν κέν τις τόδ᾽ ἔχηισιν,
ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ
ἔσομ᾽ ἡμετέροιο
καὶ δμώων, οὕς μοι
ληίσσατο δῖος Ὀδυσσεύς.
τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος
Πολύβου πάϊς ἀντίον ηὔδα·
|
400
|
Τηλέμαχ᾽, ἦ τοι ταῦτα
θεῶν ἐν γούνασι κεῖται,
ὅς τις ἐν ἀμφιάλωι Ἰθάκηι
βασιλεύσει Ἀχαιῶν·
κτήματα δ᾽ αὐτὸς ἔχοις
καὶ δώμασιν οἷσιν ἀνάσσοις.
μὴ γὰρ ὅ γ᾽ ἔλθοι ἀνὴρ ὅς
τίς σ᾽ ἀέκοντα βίηφιν
κτήματ᾽ ἀπορραίσει,
Ἰθάκης ἔτι ναιετοώσης.
|
405
|
ἀλλ᾽ ἐθέλω σε, φέριστε,
περὶ ξείνοιο ἐρέσθαι,
ὁππόθεν οὗτος ἀνήρ, ποίης
δ᾽ ἐξ εὔχεται εἶναι
γαίης, ποῦ δέ νύ οἱ γενεὴ
καὶ πατρὶς ἄρουρα.
ἠέ τιν᾽ ἀγγελίην πατρὸς
φέρει ἐρχομένοιο,
ἦ ἑὸν αὐτοῦ χρεῖος
ἐελδόμενος τόδ᾽ ἱκάνει;
|
410
|
οἷον ἀναΐξας ἄφαρ
οἴχεται, οὐδ᾽ ὑπέμεινε
γνώμεναι· οὐ μὲν γάρ τι
κακῶι εἰς ὦπα ἐώικει.
τὸν δ᾽ αὖ Τηλέμαχος
πεπνυμένος ἀντίον ηὔδα·
Εὐρύμαχ᾽, ἦ τοι νόστος
ἀπώλετο πατρὸς ἐμοῖο·
οὔτ᾽ οὖν ἀγγελίηι ἔτι
πείθομαι, εἴ ποθεν ἔλθοι,
|
415
|
οὔτε θεοπροπίης
ἐμπάζομαι, ἥν τινα μήτηρ
ἐς μέγαρον καλέσασα
θεοπρόπον ἐξερέηται.
ξεῖνος δ᾽ οὗτος ἐμὸς
πατρώιος ἐκ Τάφου ἐστίν,
Μέντης δ᾽ Ἀγχιάλοιο
δαΐφρονος εὔχεται εἶναι
υἱός, ἀτὰρ Ταφίοισι
φιληρέτμοισιν ἀνάσσει.
|
420
|
ὣς φάτο Τηλέμαχος, φρεσὶ
δ᾽ ἀθανάτην θεὸν ἔγνω.
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ
ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο,
μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι
μέλας ἐπὶ ἕσπερος ἦλθε·
δὴ τότε κακκείοντες ἔβαν
οἶκόνδε ἕκαστος.
|
425
|
Τηλέμαχος δ᾽, ὅθι οἱ
θάλαμος περικαλλέος αὐλῆς
ὑψηλὸς δέδμητο
περισκέπτωι ἐνὶ χώρωι,
ἔνθ᾽ ἔβη εἰς εὐνὴν πολλὰ
φρεσὶ μερμηρίζων.
τῶι δ᾽ ἄρ᾽ ἅμ᾽ αἰθομένας
δαΐδας φέρε κεδνὰ ἰδυῖα
Εὐρύκλει᾽, Ὦπος θυγάτηρ
Πεισηνορίδαο,
|
430
|
τήν ποτε Λαέρτης πρίατο
κτεάτεσσιν ἑοῖσιν
πρωθήβην ἔτ᾽ ἐοῦσαν,
ἐεικοσάβοια δ᾽ ἔδωκεν,
ἶσα δέ μιν κεδνῆι ἀλόχωι
τίεν ἐν μεγάροισιν,
εὐνῆι δ᾽ οὔ ποτ᾽ ἔμικτο,
χόλον δ᾽ ἀλέεινε γυναικός·
ἥ οἱ ἅμ᾽ αἰθομένας δαΐδας
φέρε, καί ἑ μάλιστα
|
435
|
δμωιάων φιλέεσκε, καὶ
ἔτρεφε τυτθὸν ἐόντα.
ὤιξεν δὲ θύρας θαλάμου
πύκα ποιητοῖο,
ἕζετο δ᾽ ἐν λέκτρωι,
μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα·
καὶ τὸν μὲν γραίης
πυκιμηδέος ἔμβαλε χερσίν.
ἡ μὲν τὸν πτύξασα καὶ
ἀσκήσασα χιτῶνα,
|
440
|
πασσάλωι ἀγκρεμάσασα παρὰ
τρητοῖσι λέχεσσι
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο,
θύρην δ᾽ ἐπέρυσσε κορώνηι
ἀργυρέηι, ἐπὶ δὲ κληῖδ᾽
ἐτάνυσσεν ἱμάντι.
ἔνθ᾽ ὅ γε παννύχιος,
κεκαλυμμένος οἰὸς ἀώτωι,
βούλευε φρεσὶν ἧισιν ὁδὸν
τὴν πέφραδ᾽ Ἀθήνη.
|