Ἰ λ ι ά δ ο ς Κ
Δολώνεια |
|
|
Ἄλλοι
μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
εὗδον παννύχιοι μαλακῶι δεδμημένοι ὕπνωι·
ἀλλ᾽ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. |
5
|
ὡς δ᾽ ὅτ᾽ ἂν ἀστράπτηι πόσις
Ἥρης ἠϋκόμοιο
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
ὣς πυκίν᾽ ἐν στήθεσσιν ἀνεστενάχιζ᾽ Ἀγαμέμνων |
10
|
νειόθεν ἐκ κραδίης, τρομέοντο
δέ οἱ φρένες ἐντός.
ἤτοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν ὅμαδόν τ᾽ ἀνθρώπων.
αὐτὰρ ὅτ᾽ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, |
15
|
πολλὰς ἐκ κεφαλῆς προθελύμνους
ἕλκετο χαίτας
ὑψόθ᾽ ἐόντι Διί, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
Νέστορ᾽ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, |
20
|
ἥ τις ἀλεξίκακος πᾶσιν
Δαναοῖσι γένοιτο.
ὀρθωθεὶς δ᾽ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος. |
25
|
ὣς δ᾽ αὔτως Μενέλαον ἔχε
τρόμος· οὐδὲ γὰρ αὐτῶι
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ᾽ ὑγρὴν
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
παρδαλέηι μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
|
30
|
ποικίληι, αὐτὰρ ἐπὶ στεφάνην
κεφαλῆφιν ἀείρας
θήκατο χαλκείην, δόρυ δ᾽ εἵλετο χειρὶ παχείηι.
βῆ δ᾽ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
Ἀργείων ἤνασσε, θεὸς δ᾽ ὣς τίετο δήμωι.
τὸν δ᾽ εὗρ᾽ ἀμφ᾽ ὤμοισι τιθήμενον ἔντεα καλὰ |
35
|
νηῒ πάρα πρύμνηι· τῶι δ᾽
ἀσπάσιος γένετ᾽ ἐλθών.
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
τίφθ᾽ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν᾽ ἑταίρων
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ᾽ αἰνῶς
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον |
40
|
ἄνδρας δυσμενέας σκοπιαζέμεν
οἶος ἐπελθὼν
νύκτα δι᾽ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει |
45
|
Ἀργείους καὶ νῆας, ἐπεὶ
Διὸς ἐτράπετο φρήν.
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ᾽ ἱεροῖσιν·
οὐ γάρ πω ἰδόμην, οὐδ᾽ ἔκλυον αὐδήσαντος
ἄνδρ᾽ ἕνα τοσσάδε μέρμερ᾽ ἐπ᾽ ἤματι μητίσασθαι,
ὅσσ᾽ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν |
50
|
αὔτως, οὔτε θεᾶς υἱὸς φίλος
οὔτε θεοῖο.
ἔργα δ᾽ ἔρεξ᾽ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ᾽ Ἀχαιούς.
ἀλλ᾽ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ᾽ ἐπὶ Νέστορα δῖον |
55
|
εἶμι, καὶ ὀτρυνέω
ἀνστήμεναι, αἴ κ᾽ ἐθέληισιν
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ᾽ ἐπιτεῖλαι.
κείνωι γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
|
60
|
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν
ἀγαθὸς Μενέλαος·
πῶς γάρ μοι μύθωι ἐπιτέλλεαι ἠδὲ κελεύεις;
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθηις,
ἦε θέω μετὰ σ᾽ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, |
65
|
αὖθι μένειν, μή πως
ἀβροτάξομεν ἀλλήλοιιν
ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
φθέγγεο δ᾽ ἧι κεν ἴηισθα καὶ ἐγρήγορθαι ἄνωχθι
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῶι, |
70
|
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα·
ὧδέ που ἄμμι
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
αὐτὰρ ὁ βῆ ῥ᾽ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
τὸν δ᾽ εὗρεν παρά τε κλισίηι καὶ νηῒ μελαίνηι
|
75
|
εὐνῆι ἔνι μαλακῆι· παρὰ δ᾽
ἔντεα ποικίλ᾽ ἔκειτο
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ὧι ῥ᾽ ὁ γεραιὸς
ζώννυθ᾽ ὅτ᾽ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῶι.
|
80
|
ὀρθωθεὶς δ᾽ ἄρ᾽ ἐπ᾽
ἀγκῶνος κεφαλὴν ἐπαείρας
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθωι·
τίς δ᾽ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,
ἠέ τιν᾽ οὐρήων διζήμενος, ἤ τιν᾽ ἑταίρων; |
85
|
φθέγγεο, μηδ᾽ ἀκέων ἐπ᾽
ἔμ᾽ ἔρχεο· τίπτε δέ σε χρεώ;
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ᾽ ἀϋτμὴ |
90
|
ἐν στήθεσσι μένηι καί μοι
φίλα γούνατ᾽ ὀρώρηι.
πλάζομαι ὧδ᾽ ἐπεὶ οὔ μοι ἐπ᾽ ὄμμασι νήδυμος ὕπνος
ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε᾽ Ἀχαιῶν.
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω |
95
|
στηθέων ἐκθρώισκει, τρομέει
δ᾽ ὑπὸ φαίδιμα γυῖα.
ἀλλ᾽ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ᾽ ὕπνος ἱκάνει,
δεῦρ᾽ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτωι ἀδηκότες ἠδὲ καὶ ὕπνωι
κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. |
100
|
δυσμενέες δ᾽ ἄνδρες σχεδὸν
εἵαται· οὐδέ τι ἴδμεν
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς |
105
|
ἐκτελέει, ὅσα πού νυν
ἐέλπεται· ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψηι φίλον ἦτορ.
σοὶ δὲ μάλ᾽ ἕψομ᾽ ἐγώ· ποτὶ δ᾽ αὖ καὶ ἐγείρομεν ἄλλους
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ᾽ Ὀδυσῆα |
110
|
ἠδ᾽ Αἴαντα ταχὺν καὶ Φυλέος
ἄλκιμον υἱόν.
ἀλλ᾽ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
ἀντίθεόν τ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ᾽ ἐγγύς.
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον |
115
|
νεικέσω, εἴ πέρ μοι
νεμεσήσεαι, οὐδ᾽ ἐπικεύσω
ὡς εὕδει, σοὶ δ᾽ οἴωι ἐπέτρεψεν πονέεσθαι.
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός.
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
|
120
|
ὦ γέρον ἄλλοτε μέν σε καὶ
αἰτιάασθαι ἄνωγα·
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
οὔτ᾽ ὄκνωι εἴκων οὔτ᾽ ἀφραδίηισι νόοιο,
ἀλλ᾽ ἐμέ τ᾽ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
νῦν δ᾽ ἐμέο πρότερος μάλ᾽ ἐπέγρετο καί μοι ἐπέστη· |
125
|
τὸν μὲν ἐγὼ προέηκα
καλήμεναι οὓς σὺ μεταλλᾶις.
ἀλλ᾽ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ᾽, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ᾽ ἀπιθήσει |
130
|
Ἀργείων, ὅτε κέν τιν᾽
ἐποτρύνηι καὶ ἀνώγηι.
ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
διπλῆν ἐκταδίην, οὔλη δ᾽ ἐπενήνοθε λάχνη. |
135
|
εἵλετο δ᾽ ἄλκιμον ἔγχος
ἀκαχμένον ὀξέϊ χαλκῶι,
βῆ δ᾽ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
πρῶτον ἔπειτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
φθεγξάμενος· τὸν δ᾽ αἶψα περὶ φρένας ἤλυθ᾽ ἰωή, |
140
|
ἐκ δ᾽ ἦλθε κλισίης καί
σφεας πρὸς μῦθον ἔειπε·
τίφθ᾽ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
νύκτα δι᾽ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ |
145
|
μὴ νεμέσα· τοῖον γὰρ ἄχος
βεβίηκεν Ἀχαιούς.
ἀλλ᾽ ἕπε᾽, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ᾽ ἐπέοικε
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
ὣς φάθ᾽, ὁ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
ποικίλον ἀμφ᾽ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ᾽ αὐτούς. |
150
|
βὰν δ᾽ ἐπὶ Τυδεΐδην
Διομήδεα· τὸν δὲ κίχανον
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ᾽ ἑταῖροι
εὗδον, ὑπὸ κρασὶν δ᾽ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
ὄρθ᾽ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ᾽ ἥρως |
155
|
εὗδ᾽, ὑπὸ δ᾽ ἔστρωτο
ῥινὸν βοὸς ἀγραύλοιο,
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ᾽ ἄντην·
ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; |
160
|
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ
θρωσμῶι πεδίοιο
εἵαται ἄγχι νεῶν, ὀλίγος δ᾽ ἔτι χῶρος ἐρύκει;
ὣς φάθ᾽, ὁ δ᾽ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. |
165
|
οὔ νυ καὶ ἄλλοι ἔασι
νεώτεροι υἷες Ἀχαιῶν
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντηι ἐποιχόμενοι; σὺ δ᾽ ἀμήχανός ἐσσι γεραιέ.
τὸν δ᾽ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. |
170
|
εἰσὶν μέν μοι παῖδες
ἀμύμονες, εἰσὶ δὲ λαοὶ
καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. |
175
|
ἀλλ᾽ ἴθι νῦν Αἴαντα ταχὺν
καὶ Φυλέος υἱὸν
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ᾽ ἐλεαίρεις.
ὣς φάθ᾽, ὁ δ᾽ ἀμφ᾽ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.
βῆ δ᾽ ἰέναι, τοὺς δ᾽ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
|
180
|
οἳ δ᾽ ὅτε δὴ φυλάκεσσιν
ἐν ἀγρομένοισιν ἔμιχθεν,
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
ἀλλ᾽ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῆι
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ᾽ ὕλην
|
185
|
ἔρχηται δι᾽ ὄρεσφι· πολὺς
δ᾽ ὀρυμαγδὸς ἐπ᾽ αὐτῶι
ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
τετράφαθ᾽, ὁππότ᾽ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. |
190
|
τοὺς δ᾽ ὁ γέρων γήθησεν
ἰδὼν θάρσυνέ τε μύθωι
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν᾽ ὕπνος
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ᾽ ἅμ᾽ ἕποντο |
195
|
Ἀργείων βασιλῆες ὅσοι
κεκλήατο βουλήν.
τοῖς δ᾽ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
τάφρον δ᾽ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
ἐν καθαρῶι, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος |
200
|
πιπτόντων· ὅθεν αὖτις
ἀπετράπετ᾽ ὄβριμος Ἕκτωρ
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
ἔνθα καθεζόμενοι ἔπε᾽ ἀλλήλοισι πίφαυσκον·
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ᾽ ἑῶι αὐτοῦ |
205
|
θυμῶι τολμήεντι μετὰ
Τρῶας μεγαθύμους
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ |
210
|
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ
δαμάσαντό γ᾽ Ἀχαιούς.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
πάντας ἐπ᾽ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι |
215
|
τῶν πάντων οἱ ἕκαστος ὄϊν
δώσουσι μέλαιναν
θῆλυν ὑπόρρηνον· τῆι μὲν κτέρας οὐδὲν ὁμοῖον,
αἰεὶ δ᾽ ἐν δαίτηισι καὶ εἰλαπίνηισι παρέσται.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
220
|
Νέστορ ἔμ᾽ ὀτρύνει κραδίη
καὶ θυμὸς ἀγήνωρ
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
Τρώων· ἀλλ᾽ εἴ τίς μοι ἀνὴρ ἅμ᾽ ἕποιτο καὶ ἄλλος
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
σύν τε δύ᾽ ἐρχομένω καί τε πρὸ ὁ τοῦ ἐνόησεν |
225
|
ὅππως κέρδος ἔηι· μοῦνος
δ᾽ εἴ πέρ τε νοήσηι
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
ἤθελε Μηριόνης, μάλα δ᾽ ἤθελε Νέστορος υἱός, |
230
|
ἤθελε δ᾽ Ἀτρεΐδης δουρικλειτὸς
Μενέλαος,
ἤθελε δ᾽ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
Τυδεΐδη Διόμηδες ἐμῶι κεχαρισμένε θυμῶι |
235
|
τὸν μὲν δὴ ἕταρόν γ᾽ αἱρήσεαι
ὅν κ᾽ ἐθέληισθα,
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μηδὲ σύ γ᾽ αἰδόμενος σῆισι φρεσὶ τὸν μὲν ἀρείω
καλλείπειν, σὺ δὲ χείρον᾽ ὀπάσσεαι αἰδοῖ εἴκων
ἐς γενεὴν ὁρόων, μηδ᾽ εἰ βασιλεύτερός ἐστιν.
|
240
|
ὣς ἔφατ᾽, ἔδεισεν δὲ περὶ
ξανθῶι Μενελάωι.
τοῖς δ᾽ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ᾽ αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ |
245
|
ἐν πάντεσσι πόνοισι, φιλεῖ
δέ ἑ Παλλὰς Ἀθήνη.
τούτου γ᾽ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει· |
250
|
εἰδόσι γάρ τοι ταῦτα μετ᾽
Ἀργείοις ἀγορεύεις.
ἀλλ᾽ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ᾽ ἠώς,
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
τῶν δύο μοιράων, τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.
ὣς εἰπόνθ᾽ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. |
255
|
Τυδεΐδηι μὲν δῶκε μενεπτόλεμος
Θρασυμήδης
φάσγανον ἄμφηκες· τὸ δ᾽ ἑὸν παρὰ νηῒ λέλειπτο·
καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. |
260
|
Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου
βιὸν ἠδὲ φαρέτρην
καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ῥινοῦ ποιητήν· πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν
ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα |
265
|
εὖ καὶ ἐπισταμένως· μέσσηι
δ᾽ ἐνὶ πῖλος ἀρήρει.
τήν ῥά ποτ᾽ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
ἐξέλετ᾽ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
Σκάνδειαν δ᾽ ἄρα δῶκε Κυθηρίωι Ἀμφιδάμαντι·
Ἀμφιδάμας δὲ Μόλωι δῶκε ξεινήϊον εἶναι, |
270
|
αὐτὰρ ὁ Μηριόνηι δῶκεν ὧι
παιδὶ φορῆναι·
δὴ τότ᾽ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
τὼ δ᾽ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
βάν ῥ᾽ ἰέναι, λιπέτην δὲ κατ᾽ αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωιδιὸν ἐγγὺς ὁδοῖο |
275
|
Παλλὰς Ἀθηναίη· τοὶ δ᾽
οὐκ ἴδον ὀφθαλμοῖσι
νύκτα δι᾽ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
χαῖρε δὲ τῶι ὄρνιθ᾽ Ὀδυσεύς, ἠρᾶτο δ᾽ Ἀθήνηι·
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω |
280
|
κινύμενος· νῦν αὖτε μάλιστά
με φῖλαι Ἀθήνη,
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσηι.
δεύτερος αὖτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· |
285
|
σπεῖό μοι ὡς ὅτε πατρὶ
ἅμ᾽ ἕσπεο Τυδέϊ δίωι
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ἤιει.
τοὺς δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀσωπῶι λίπε χαλκοχίτωνας Ἀχαιούς,
αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε Καδμείοισι
κεῖσ᾽· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα |
290
|
σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα
παρέστης.
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. |
295
|
ὣς ἔφαν εὐχόμενοι, τῶν δ᾽
ἔκλυε Παλλὰς Ἀθήνη.
οἳ δ᾽ ἐπεὶ ἠρήσαντο Διὸς κούρηι μεγάλοιο,
βάν ῥ᾽ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
ἂμ φόνον, ἂν νέκυας, διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα.
οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ |
300
|
εὕδειν, ἀλλ᾽ ἄμυδις
κικλήσκετο πάντας ἀρίστους,
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρωι ἔπι μεγάλωι; μισθὸς δέ οἱ ἄρκιος ἔσται. |
305
|
δώσω γὰρ δίφρόν τε δύω τ᾽
ἐριαύχενας ἵππους
οἵ κεν ἄριστοι ἔωσι θοῆις ἐπὶ νηυσὶν Ἀχαιῶν
ὅς τίς κε τλαίη, οἷ τ᾽ αὐτῶι κῦδος ἄροιτο,
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, |
310
|
ἦ ἤδη χείρεσσιν ὑφ᾽
ἡμετέρηισι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτωι ἀδηκότες αἰνῶι.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆι.
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς |
315
|
κήρυκος θείοιο πολύχρυσος
πολύχαλκος,
ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
αὐτὰρ ὁ μοῦνος ἔην μετὰ πέντε κασιγνήτηισιν.
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
Ἕκτορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ |
320
|
νηῶν ὠκυπόρων σχεδὸν
ἐλθέμεν ἔκ τε πυθέσθαι.
ἀλλ᾽ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῶι
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
σοὶ δ᾽ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ᾽ ἀπὸ δόξης· |
325
|
τόφρα γὰρ ἐς στρατὸν εἶμι
διαμπερὲς ὄφρ᾽ ἂν ἵκωμαι
νῆ᾽ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
ὣς φάθ᾽, ὁ δ᾽ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης |
330
|
μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ
ἐποχήσεται ἄλλος
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
ὣς φάτο καί ῥ᾽ ἐπίορκον ἐπώμοσε, τὸν δ᾽ ὀρόθυνεν·
αὐτίκα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
ἕσσατο δ᾽ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, |
335
|
κρατὶ δ᾽ ἐπὶ κτιδέην
κυνέην, ἕλε δ᾽ ὀξὺν ἄκοντα,
βῆ δ᾽ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ᾽ ὅμιλον,
βῆ ῥ᾽ ἀν᾽ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα |
340
|
διογενὴς Ὀδυσεύς,
Διομήδεα δὲ προσέειπεν·
οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
οὐκ οἶδ᾽ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρηισιν,
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
ἀλλ᾽ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο |
345
|
τυτθόν· ἔπειτα δέ κ᾽ αὐτὸν
ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμως· εἰ δ᾽ ἄμμε παραφθαίησι πόδεσσιν,
αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξηι.
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι |
350
|
κλινθήτην· ὁ δ᾽ ἄρ᾽ ὦκα
παρέδραμεν ἀφραδίηισιν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀπέην ὅσσόν τ᾽ ἐπὶ οὖρα πέλονται
ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
τὼ μὲν ἐπεδραμέτην, ὁ δ᾽ ἄρ᾽ ἔστη δοῦπον ἀκούσας. |
355
|
ἔλπετο γὰρ κατὰ θυμὸν
ἀποστρέψοντας ἑταίρους
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
γνῶ ῥ᾽ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα
φευγέμεναι· τοὶ δ᾽ αἶψα διώκειν ὁρμήθησαν. |
360
|
ὡς δ᾽ ὅτε καρχαρόδοντε δύω
κύνε εἰδότε θήρης
ἢ κεμάδ᾽ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν᾽ ὑλήενθ᾽, ὁ δέ τε προθέηισι μεμηκώς,
ὣς τὸν Τυδεΐδης ἠδ᾽ ὁ πτολίπορθος Ὀδυσσεὺς
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. |
365
|
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι
φυλάκεσσι
φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη
Τυδεΐδηι, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν, ὁ δὲ δεύτερος ἔλθοι.
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· |
370
|
ἠὲ μέν᾽ ἠέ σε δουρὶ
κιχήσομαι, οὐδέ σέ φημι
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ᾽ ἡμάρτανε φωτός·
δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
ἐν γαίηι ἐπάγη· ὁ δ᾽ ἄρ᾽ ἔστη τάρβησέν τε |
375
|
βαμβαίνων· ἄραβος δὲ διὰ
στόμα γίγνετ᾽ ὀδόντων·
χλωρὸς ὑπαὶ δείους· τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ᾽ ἁψάσθην· ὁ δὲ δακρύσας ἔπος ηὔδα·
ζωγρεῖτ᾽, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, |
380
|
τῶν κ᾽ ὔμμιν χαρίσαιτο
πατὴρ ἀπερείσι᾽ ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
385
|
πῆι δὴ οὕτως ἐπὶ νῆας ἀπὸ
στρατοῦ ἔρχεαι οἷος
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
ἦ σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
νῆας ἔπι γλαφυράς; ἦ σ᾽ αὐτὸν θυμὸς ἀνῆκε;
|
390
|
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα
Δόλων, ὑπὸ δ᾽ ἔτρεμε γυῖα·
πολλῆισίν μ᾽ ἄτηισι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῶι,
ἠνώγει δέ μ᾽ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν |
395
|
ἀνδρῶν δυσμενέων σχεδὸν
ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρηισι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτωι ἀδηκότες αἰνῶι. |
400
|
τὸν δ᾽ ἐπιμειδήσας προσέφη
πολύμητις Ὀδυσσεύς·
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δ᾽ ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι
ἄλλωι γ᾽ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. |
405
|
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ
καὶ ἀτρεκέως κατάλεξον·
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν |
410
|
αὖθι μένειν παρὰ νηυσὶν
ἀπόπροθεν, ἦε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.
τὸν δ᾽ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, |
415
|
βουλὰς βουλεύει θείου παρὰ
σήματι Ἴλου
νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δ᾽ ἃς εἴρεαι ἥρως
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
οἷ δ᾽ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται |
420
|
ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι
ἐπίκουροι
εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν |
425
|
εὕδουσ᾽ ἦ ἀπάνευθε; δίειπέ
μοι ὄφρα δαείω.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, |
430
|
πρὸς Θύμβρης δ᾽ ἔλαχον
Λύκιοι Μυσοί τ᾽ ἀγέρωχοι
καὶ Φρύγες ἱππόμαχοι καὶ Μήιονες ἱπποκορυσταί.
ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
Θρήϊκες οἷδ᾽ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· |
435
|
ἐν δέ σφιν Ῥῆσος βασιλεὺς
πάϊς Ἠϊονῆος.
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι·
ἅρμα δέ οἱ χρυσῶι τε καὶ ἀργύρωι εὖ ἤσκηται·
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι |
440 |
ἤλυθ᾽ ἔχων· τὰ μὲν οὔ τι
καταθνητοῖσιν ἔοικεν
ἄνδρεσσιν φορέειν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν.
ἀλλ᾽ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
ἠέ με δήσαντες λίπετ᾽ αὐτόθι νηλέϊ δεσμῶι,
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο |
445 |
ἠὲ κατ᾽ αἶσαν ἔειπον ἐν
ὑμῖν, ἦε καὶ οὐκί.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῶι·
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, |
450 |
ἦ τε καὶ ὕστερον εἶσθα
θοὰς ἐπὶ νῆας Ἀχαιῶν
ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
εἰ δέ κ᾽ ἐμῆις ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσηις,
οὐκέτ᾽ ἔπειτα σὺ πῆμά ποτ᾽ ἔσσεαι Ἀργείοισιν.
ἦ, καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείηι |
455 |
ἁψάμενος λίσσεσθαι, ὁ δ᾽
αὐχένα μέσσον ἔλασσε
φασγάνωι ἀΐξας, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε·
φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίηισιν ἐμίχθη.
τοῦ δ᾽ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· |
460 |
καὶ τά γ᾽ Ἀθηναίηι
ληΐτιδι δῖος Ὀδυσσεὺς
ὑψόσ᾽ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπωι
πάντων ἀθανάτων ἐπιδωσόμεθ᾽· ἀλλὰ καὶ αὖτις
πέμψον ἐπὶ Θρηικῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. |
465 |
ὣς ἄρ᾽ ἐφώνησεν, καὶ ἀπὸ
ἕθεν ὑψόσ᾽ ἀείρας
θῆκεν ἀνὰ μυρίκην· δέελον δ᾽ ἐπὶ σῆμά τ᾽ ἔθηκε
συμμάρψας δόνακας μυρίκης τ᾽ ἐριθηλέας ὄζους,
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
τὼ δὲ βάτην προτέρω διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα, |
470 |
αἶψα δ᾽ ἐπὶ Θρηικῶν
ἀνδρῶν τέλος ἷξον ἰόντες.
οἳ δ᾽ εὗδον καμάτωι ἀδηκότες, ἔντεα δέ σφιν
καλὰ παρ᾽ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
τριστοιχί· παρὰ δέ σφιν ἑκάστωι δίζυγες ἵπποι.
Ῥῆσος δ᾽ ἐν μέσωι εὗδε, παρ᾽ αὐτῶι δ᾽ ὠκέες ἵπποι |
475 |
ἐξ ἐπιδιφριάδος πυμάτης
ἱμᾶσι δέδεντο.
τὸν δ᾽ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
ἀλλ᾽ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ |
480 |
ἑστάμεναι μέλεον σὺν τεύχεσιν,
ἀλλὰ λύ᾽ ἵππους·
ἠὲ σύ γ᾽ ἄνδρας ἔναιρε, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.
ὣς φάτο, τῶι δ᾽ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
κτεῖνε δ᾽ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι γαῖα. |
485 |
ὡς δὲ λέων μήλοισιν
ἀσημάντοισιν ἐπελθὼν
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσηι,
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπώιχετο Τυδέος υἱὸς
ὄφρα δυώδεκ᾽ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς |
490 |
τὸν δ᾽ Ὀδυσεὺς μετόπισθε
λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῶι
νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ᾽ αὐτῶν.
ἀλλ᾽ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, |
495 |
τὸν τρισκαιδέκατον μελιηδέα
θυμὸν ἀπηύρα
ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ᾽ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
τόφρα δ᾽ ἄρ᾽ ὁ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
σὺν δ᾽ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου |
500 |
τόξωι ἐπιπλήσσων, ἐπεὶ οὐ
μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
ῥοίζησεν δ᾽ ἄρα πιφαύσκων Διομήδεϊ δίωι.
αὐτὰρ ὁ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε᾽ ἔκειτο, |
505 |
ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι
ὑψόσ᾽ ἀείρας,
ἦ ἔτι τῶν πλεόνων Θρηικῶν ἀπὸ θυμὸν ἕλοιτο.
εἷος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα, τόφρα δ᾽ Ἀθήνη
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ |
510 |
νῆας ἔπι γλαφυράς, μὴ καὶ
πεφοβημένος ἔλθηις,
μή πού τις καὶ Τρῶας ἐγείρηισιν θεὸς ἄλλος.
ὣς φάθ᾽, ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
καρπαλίμως δ᾽ ἵππων ἐπεβήσετο· κόψε δ᾽ Ὀδυσσεὺς
τόξωι· τοὶ δ᾽ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
|
515 |
οὐδ᾽ ἀλαοσκοπιὴν εἶχ᾽
ἀργυρότοξος Ἀπόλλων
ὡς ἴδ᾽ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
τῆι κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
ὦρσεν δὲ Θρηικῶν βουληφόρον Ἱπποκόωντα
Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ᾽ ἐξ ὕπνου ἀνορούσας |
520 |
ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ᾽
ἕστασαν ὠκέες ἵπποι,
ἄνδράς τ᾽ ἀσπαίροντας ἐν ἀργαλέηισι φονῆισιν,
ὤιμωξέν τ᾽ ἄρ᾽ ἔπειτα φίλον τ᾽ ὀνόμηνεν ἑταῖρον.
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα |
525 |
ὅσσ᾽ ἄνδρες ῥέξαντες ἔβαν
κοίλας ἐπὶ νῆας.
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
ἔνθ᾽ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
ἐν χείρεσσ᾽ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ᾽ ἵππων· |
530 |
μάστιξεν δ᾽ ἵππους, τὼ δ᾽
οὐκ ἀέκοντε πετέσθην
νῆας ἔπι γλαφυράς· τῆι γὰρ φίλον ἔπλετο θυμῶι.
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. |
535 |
ἵππων μ᾽ ὠκυπόδων ἀμφὶ
κτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὁ κρατερὸς Διομήδης
ὧδ᾽ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
ἀλλ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
|
540 |
οὔ πω πᾶν εἴρητο ἔπος ὅτ᾽
ἄρ᾽ ἤλυθον αὐτοί.
καί ῥ᾽ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
δεξιῆι ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
πρῶτος δ᾽ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
εἴπ᾽ ἄγε μ᾽ ὦ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν |
545 |
ὅππως τοῦσδ᾽ ἵππους
λάβετον καταδύντες ὅμιλον
Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
αἰεὶ μὲν Τρώεσσ᾽ ἐπιμίσγομαι, οὐδέ τί φημι
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· |
505 |
ἀλλ᾽ οὔ πω τοίους ἵππους
ἴδον οὐδὲ νόησα.
ἀλλά τιν᾽ ὔμμ᾽ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
κούρη τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
555 |
ὦ Νέστορ Νηληϊάδη μέγα
κῦδος Ἀχαιῶν
ῥεῖα θεός γ᾽ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
ἵππους δωρήσαιτ᾽, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
ἵπποι δ᾽ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ᾽ ἀγαθὸς Διομήδης |
560 |
ἔκτανε, πὰρ δ᾽ ἑτάρους δυοκαίδεκα
πάντας ἀρίστους.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους |
565 |
καγχαλόων· ἅμα δ᾽ ἄλλοι
ἴσαν χαίροντες Ἀχαιοί.
οἳ δ᾽ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
φάτνηι ἐφ᾽ ἱππείηι, ὅθι περ Διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· |
570 |
νηῒ δ᾽ ἐνὶ πρυμνῆι ἔναρα
βροτόεντα Δόλωνος
θῆκ᾽ Ὀδυσεύς, ὄφρ᾽ ἱρὸν ἑτοιμασσαίατ᾽ Ἀθήνηι.
αὐτοὶ δ᾽ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσηι
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν |
575 |
νίψεν ἀπὸ χρωτὸς καὶ
ἀνέψυχθεν φίλον ἦτορ,
ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ᾽ ἐλαίωι
δείπνωι ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνηι
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
|